Τρίτη 3 Απριλίου 2012

ΓΕΝΕΣΙΣ 20 -29




Γεν. 20,1     Καὶ ἐκίνησεν ἐκεῖθεν Ἁβραὰμ εἰ γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Σούρ. καὶ παρῴκησεν ἐν Γεράροις.
Γεν. 20,1     Ἀπὸ τὴν Βαιθὴλ ἐξεκίνησεν ὁ Ἀβραὰμ πρός Νότον καὶ κατεσκήνωσε μεταξὺ Κάδης καὶ τῆς ἐρήμου Σούρ. Ἀπὸ ἐκεῖ ἐγκατεστάθη προσωρινῶς εἰς Γέραρα.

Γεν. 20,2     εἶπε δὲ Ἁβραὰμ περὶ Σάῤῥας τῆς γυναικὸς αὐτοῦ, ὅτι ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι᾿ αὐτήν. ἀπέστειλε δὲ Ἀβιμέλεχ, βασιλεὺς Γεράρων, καὶ ἔλαβε τὴν Σάῤῥαν.

Γεν. 20,2     Εἶπε δὲ ὁ Ἀβραὰμ περὶ τῆς γυναικὸς του τῆς Σάρρας πρὸς τοὺς κατοίκους τῆς περιοχῆς ὅτι εἶναι ἀδελφή του. Ἐφοβήθη νὰ εἴπῃ ὅτι εἶναι σύζυγός του, μήπως τυχὸν καὶ ἐξ αἰτίας της τὸν φονεύσουν οἱ ἄνδρες τῆς πόλεως ἐκείνης. Ὁ δὲ βασιλεὺς τῶν Γεράρων, ὁ Ἀβιμέλεχ, ἔστειλεν ἀνθρώπους καὶ ἔλαβε τὴν Σάρραν, διὰ νὰ τὴν ἔχῃ ὡς συζυγόν του.

Γεν. 20,3     καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν· ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικός, ἧς ἔλαβες, αὕτη δέ ἐστι συνῳκηυῖα ἀνδρί.
Γεν. 20,3     Ὁ Θεὸς ὅμως παρουσιάσθη εἰς τὸν Ἀβιμέλεχ κατὰ τὴν νύκτα εἰς τὸ ὄνειρόν του καὶ τοῦ εἶπε• “ἰδοὺ σὺ ἀποθνήσκεις ἐξ αἰτίας τῆς γυναικός, τὴν ὁποίαν ἔλαβες, διότι αὐτὴ εἶναι σύζυγος ἄλλου ἀνδρός, τοῦ Ἀβραάμ”.

Γεν. 20,4     Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς καὶ εἶπε· Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς;
Γεν. 20,4     Ὁ Ἀβιμέλεχ δὲν ἤγγισεν αὐτὴν καὶ εἶπε• “Κύριε, θὰ τιμωρήσῃς μὲ θάνατον δικαίους ἀνθρώπους ἐξ αἰτίας τῆς ἀγνοίας των;


Γεν. 20,5     οὐκ αὐτός μοι εἶπεν, ἀδελφή μου ἐστί; καὶ αὕτη μοι εἶπεν, ἀδελφός μου ἐστίν; ἐν καθαρᾷ καρδίᾳ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο.
Γεν. 20,5     Δὲν μοῦ εἶπεν ὁ ἴδιος ὁ Ἀβραὰμ ὅτι ἡ Σάρρα εἶναι ἀδελφή του; Καὶ αὐτὴ δὲν μοῦ εἶπεν ὅτι ἐκεῖνος εἶναι ἀδελφός της; Ἑπομένως ἐγὼ μὲ καθαρὰν καρδίαν καὶ μὲ δικαίας τὰς χεῖρας ἠθέλησα νὰ λάβω αὐτὴν ὡς σύζυγον”.

Γεν. 20,6     λίγο εἶπε δὲ αὐτῷ ὁ Θεὸς καθ᾿ ὕπνον· κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισάμην σου τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ· ἕνεκα τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς.
Γεν. 20,6     Εἶπε δὲ ὁ Θεὸς πρὸς αὐτὸν κατὰ τὸν ὕπνον του• “καὶ ἐγὼ κατενόησα ὅτι μὲ καθαρὰν καρδίαν ἔκαμες αὐτό, σὲ ἐλυπήθηκα καὶ σὲ ἐπρόλαβα, ὥστε νὰ μὴ ἁμαρτήσῃς ἐνώπιόν μου. Διὰ τοῦτο καὶ δὲν σὲ ἀφῆκα νὰ ἐγγίσῃς τὴν Σάρραν.

Γεν. 20,7     νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ· εἰ δὲ μὴ ἀποδίδως, γνώσῃ ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά.
Γεν. 20,7     Καὶ τώρα ἀπόδωσε τὴν γυναῖκα εἰς τὸν σύζυγόν της τὸν Ἀβραάμ, διότι εἶναι προφήτης καὶ θὰ προσευχηθῇ ὑπέρ σοῦ καὶ θὰ σοῦ χαρισθῇ ἡ ζωή. Ἐὰν δὲ τυχὸν καὶ δὲν τὴν ἐπιστρέψῃς εἰς αὐτόν, μάθε ὅτι θὰ ἀποθάνῃς καὶ σὺ καὶ ὅλοι οἱ ἰδικοὶ σου”.

Γεν. 20,8     καὶ ὤρθρισεν Ἀβιμέλεχ τῷ πρωΐ καὶ ἐκάλεσε πάντας τοὺς παῖδας αὐτοῦ καὶ ἐλάλησε πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν, ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα.
Γεν. 20,8     Ταραγμένος ὁ Ἀβιμέλεχ ἐσηκώθη πολὺ πρωΐ, ἐκάλεσεν ὅλους τοὺς δούλους του, ἀνεκοίνωσεν εἰς αὐτοὺς ὅλα ὅσα τοῦ εἶπεν ὁ Θεὸς καὶ ὅλοι οἱ ἄνθρωποι κατελήφθησαν ἀπὸ φόβον μεγάλον.

Γεν. 20,9     καὶ ἐκάλεσεν Ἀβιμέλεχ τὸν Ἁβραάμ, καὶ εἶπεν αὐτῷ· τί τοῦτο ἐποίησας ἡμῖν; μήτι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ᾿ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; ἔργον, ὃ οὐδεὶς ποιήσει, πεποίηκάς μοι.
Γεν. 20,9     Ἐκάλεσε δὲ τὸν Ἀβραὰμ καὶ τοῦ εἶπε• “τί εἶναι αὐτὸ ποὺ μᾶς ἔκαμες; Μήπως ἐπταίσαμεν εἰς κάτι ἀπέναντί σου καὶ ἠθέλησες νὰ φέρῃς ἐπάνω εἰς τὴν κεφαλήν μου καὶ εἰς τὴν βασιλείαν μου ἁμαρτίαν καὶ ἐνοχὴν μεγάλην; Ἔκαμες ἀπέναντί μου ἔργον, τὸ ὁποῖον κανεὶς ποτὲ δὲν ἐπιτρέπεται νὰ κάμῃ”.

Γεν. 20,10     εἶπε δὲ Ἀβιμέλεχ τῷ Ἁβραάμ· τί ἐνιδὼν ἐποίησας τοῦτο;
Γεν. 20,10     Εἶπε δὲ ἀκόμη ὁ Ἀβιμέλεχ εἰς τὸν Ἀβραάμ• “εἰς τί ἀποβλέπων ἔκαμες τοῦτο;”

Γεν. 20,11     εἶπε δὲ Ἁβραάμ· εἶπα γάρ, ἄρα οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου.
Γεν. 20,11     Ἀπήντησεν ὁ Ἀβραάμ• “τὸ ἔκαμα, διότι εἶπα• δὲν ὑπάρχει εὐσέβεια καὶ φόβος Θεοῦ εἰς τὸν τόπον αὐτόν. Θὰ μὲ φονεύσουν ἕνεκα τῆς γυναικὸς διὰ νὰ πάρουν αὐτὴν ὡς σύζυγόν των.

Γεν. 20,12     καὶ γὰρ ἀληθῶς ἀδελφή μου ἐστὶν ἐκ πατρός, ἀλλ᾿ οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυναῖκα.
Γεν. 20,12     Ἄλλωστε εἶναι πράγματι ἀδελφή μου ἐκ πατρὸς ἀλλ\' ὄχι ἐκ μητρός. Δι’ αὐτὸ καὶ τὴν ἐπῆρα ὡς σύζυγόν μου.

Γεν. 20,13     ἐγένετο δέ, ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ εἶπα αὐτῇ· ταύτην τὴν δικαιοσύνην ποιήσεις εἰς ἐμέ, εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἰπὸν ἐμέ, ὅτι ἀδελφός μου ἐστίν.
Γεν. 20,13     Ὅταν δὲ ὁ Θεὸς μὲ διέταξε νὰ φύγω ἀπὸ τὸν πατρικόν μου οἶκον, εἶπα εἰς αὐτήν• Αὐτὴν τὴν δικαίαν ἀξίωσιν ἔχω ἀπὸ σὲ• εἰς κάθε τόπον, ὅπου θὰ εἰσερχώμεθα νὰ λέγῃς δι’ ἐμὲ ὅτι εἶμαι ἀδελφὸς σου”.

Γεν. 20,14     ἔλαβε δὲ Ἀβιμέλεχ χίλια δίδραχμα καὶ πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας καὶ ἔδωκε τῷ Ἁβραὰμ καὶ ἀπέδωκεν αὐτῷ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ.
Γεν. 20,14     Ἐπῆρεν ὁ Ἀβιμέλεχ χίλια δίδραχμα καὶ πρόβατα καὶ μοσχάρια καὶ δούλους καὶ δούλας καὶ ἔδωσεν αὐτὰ ὡς δῶρα στὸν Ἀβραάμ. Ἐπέστρεψε δὲ εἰς αὐτὸν καὶ τὴν Σάρραν τὴν σύζυγόν του.

Γεν. 20,15     καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἁβραάμ· ἰδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει.
Γεν. 20,15     Εἶπεν ἀκόμη ὁ Ἀβιμέλεχ εἰς τὸν Ἀβραάμ• “ἰδοὺ ἡ χώρα μου εἶναι ἐνώπιόν σου. Ὅπου σοῦ ἀρέσει, εἶσαι ἐλεύθερος νὰ κατοικῇς”.

Γεν. 20,16     τῇ δὲ Σάῤῥᾳ εἶπεν· ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου· ταῦτα ἔσται σοι εἰς τὴν τιμὴ τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ· καὶ πάντα ἀλήθευσον.
Γεν. 20,16     Εἰς δὲ τὴν Σάρραν εἶπεν• “ἰδοὺ ἔδωσα χίλια δίδραχμα εἰς τὸν ἀδελφόν σου. Αὐτὰ εἶναι τὸ ἀντίτιμον διὰ τὴν ἐντροπήν, τὴν ὁποίαν ἐδοκίμασες σὺ καὶ αἱ ἀκόλουθοί σου ἐξ αἰτίας μου. Ἀλλὰ εἰς τὸ ἑξῆς νὰ λέγῃς τὴν ἀλήθειαν πάντοτε”.

Γεν. 20,17     προσηύξατο δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον·
Γεν. 20,17     Ἐπειδὴ δὲ ἡ οἰκογένεια τοῦ Ἀβιμέλεχ εἶχε προσβληθῆ ἀπὸ δυστοκίαν, προσηυχήθη ὁ Ἀβραὰμ πρὸς τὸν Θεόν, καὶ ἐθεράπευσεν ὁ Θεὸς τὸν Ἀβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς δούλας αὐτοῦ ἀπὸ τὴν δυστοκίαν καὶ ἐγεννοῦσαν χωρὶς δυσκολίαν.

Γεν. 20,18     ὅτι συγκλείων συνέκλεισε Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ Ἀβιμέλεχ, ἕνεκεν Σάῤῥας τῆς γυναικὸς Ἁβραάμ.
Γεν. 20,18     Διότι ὁ Θεὸς εἶχε κλείσει ἀπολύτως πᾶσαν μήτραν πρὸς τοκετὸν εἰς τὸν οἶκον τοῦ Ἀβιμέλεχ ἐξ αἰτίας τῆς Σάρρας τῆς γυναικὸς Ἀβραάμ, τὴν ὁποίαν ἐκεῖνος ἠθέλησεν ὡς σύζυγόν του.

Γεν. 21,1     Καὶ Κύριος ἐπεσκέψατο τὴν Σάῤῥαν, καθὰ εἶπε, καὶ ἐποίησε Κύριος τῇ Σάῤῥᾳ καθὰ ἐλάλησε,
Γεν. 21,1     Ὁ πανάγαθος Κύριος ἐπεσκέφθη ἐν τῇ ἀγαθότητι αὐτοῦ τὴν Σάρραν, καθὼς εἶχεν εἴπει, καὶ ἐξεπλήρωσε τὴν ὑπόσχεσίν του πρὸς αὐτήν.

Γεν. 21,2     καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἁβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος.
Γεν. 21,2     Καὶ ἡ Σάρρα κατέστη ἔγκυος καὶ ἐγέννησεν στὸν Ἀβραὰμ υἱὸν κατὰ τὸν καιρόν, ποὺ εἶχεν ὑποσχεθῆ εἰς αὐτὸν ὁ Θεός.

Γεν. 21,3     καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, Ἰσαάκ.
Γεν. 21,3     Ὠνόμασε δὲ ὁ Ἀβραὰμ τὸν υἱὸν του αὐτόν, τὸν ὁποῖον τοῦ ἐγέννησεν ἡ Σάρρα, Ἰσαάκ.

Γεν. 21,4     περιέτεμε δὲ Ἁβραὰμ τὸν Ἰσαὰκ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ ὁ Θεός.
Γεν. 21,4     Τὸν περιέταμε δὲ κατὰ τὴν ὀγδόην ἡμέραν ἀπὸ τῆς γεννήσεώς του σύμφωνα μὲ τὴν ἐντολήν, ποὺ εἶχε δώσει εἰς αὐτὸν ὁ Θεός.

Γεν. 21,5     καὶ Ἁβραὰμ ἦν ἑκατὸν ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.
Γεν. 21,5     Ὅταν δὲ ἀπέκτησεν ὁ Ἀβραὰμ τὸν υἱὸν του τὸν Ἰσαάκ, ἦτο ἡλικίας ἑκατὸν ἐτῶν.

Γεν. 21,6     εἶπε δὲ Σάῤῥα· γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι.
Γεν. 21,6     Γεμάτη δὲ χαρὰν ἡ Σάρρα εἶπε• “χαρὰ καὶ γέλοιο μοῦ ἔδωσεν ὁ Κύριος. Καὶ ὅποιος ἀκόμη ἀκούσῃ τὸ γεγονὸς αὐτό, ἀσφαλῶς θὰ χαρῇ μαζῆ μὲ ἐμέ.

Γεν. 21,7     καὶ εἶπε· τίς ἀναγγελεῖ τῷ Ἁβραάμ, ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου.
Γεν. 21,7     Ποιὸς τώρα θὰ ἀναγγείλῃ στὸν Ἀβραάμ, ὅτι θηλάζει ἡ Σάρρα παιδίον; Ὅτι ἐγέννησα τέκνον εἰς τὰ γεράματά μου;”

Γεν. 21,8     Καὶ ηὐξήθη τὸ παιδίον καὶ ἀπεγαλακτίσθη, καὶ ἐποίησεν Ἁβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.
Γεν. 21,8     Τὸ παιδίον ἐμεγάλωσε καὶ εἰς ἡλικίαν δύο περίπου ἐτῶν ἀπεγαλακτίσθη. Κατὰ δὲ τὴν ἡμέραν τοῦ ἀπογαλακτισμοῦ του ὠργάνωσεν ὁ Ἀβραὰμ ἑορτὴν καὶ παρέθεσε συμπάσιον, σύμφωνα μὲ τὰ ἔθιμα τῆς ἐποχῆς ἐκείνης.

Γεν. 21,9     ἰδοῦσα δὲ Σάῤῥα τὸν υἱὸν Ἄγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Ἁβραάμ, παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ αὐτῆς·
Γεν. 21,9     Ἡ Σάρρα ὅμως, ὅταν εἶδε τὸ παιδὶ της τὸν Ἰσαὰκ νὰ παίζῃ μὲ τὸν Ἰσμαήλ, τὸ παιδὶ τοῦ Ἀβραὰμ καὶ τῆς Ἄγαρ τῆς Αἰγυπτίας, ἐστενοχωρήθη. Ἐθεώρησε τὸ γεγονὸς ὑποτιμητικὸν διὰ τὸ παιδί της, τὸν “υἱὸν τῆς ἐπαγγελίας”.

Γεν. 21,10     καὶ εἶπε τῷ Ἁβραάμ· ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ.
Γεν. 21,10     Καὶ εἶπεν εἰς τὸν Ἀβραάμ• “διῶξε αὐτὴν τὴν δούλην καὶ τὸ παιδὶ της μαζῆ μὲ αὐτήν. Διότι κατ\' οὐδένα τρόπον καὶ λόγον δὲν πρέπει ὁ υἱὸς αὐτῆς τῆς δούλης νὰ κληρονομήσῃ μαζῆ μὲ τὸ παιδί μου τὸν Ἰσαάκ”.

Γεν. 21,11     σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα σφόδρα ἐναντίον Ἁβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ.
Γεν. 21,11     Βαρὺς πολὺ καὶ ὀδυνηρὸς ἐφάνη εἰς τὸν Ἀβραὰμ ὁ λόγος αὐτὸς τῆς Σάρρας διὰ τὸν υἱὸν του τὸν Ἰσμαήλ.

Γεν. 21,12     εἶπε δὲ ὁ Θεὸς τῷ Ἁβραάμ· μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· πάντα ἂν ὅσα εἴπῃ σοι Σάῤῥα, ἄκουε τῆς φωνῆς αὐτῆς, ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.
Γεν. 21,12     Είπεν όμως ο Θεός στον Αβραάμ· “μη θεωρής τον λόγον αυτόν της Σαρρας εναντίον του παιδιού σου και της δούλης σου ως σκληρόν. Τουναντίον όσα θα σου είπη η Σαρρα να τα ακούσης, διότι σύμφωνα με την ιδικήν μου δούλην οι απόγονοι του Ισαάκ θα αναγνωρισθούν κυρίως ως απόγονοι ιδικοί σου.

Γεν. 21,13     καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης εἰς ἔθνος μέγα ποιήσω αὐτόν, ὅτι σπέρμα σόν ἐστιν.
Γεν. 21,13     Ως προς δε τον υιόν της δούλης σου θα φροντίσω εγώ. Θα τον αναδείξω γενάρχην μεγάλου λαού, διότι είναι και αυτός ιδικόν σου τέκνον”.

Γεν. 21,14     ἀνέστη δὲ Ἁβραὰμ τὸ πρωΐ καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκε τῇ Ἄγαρ καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτῆς τὸ παιδίον καὶ ἀπέστειλεν αὐτήν. ἀπελθοῦσα δὲ ἐπλανᾶτο κατὰ τὴν ἔρημον, κατὰ τὸ φρέαρ τοῦ ὅρκου.
Γεν. 21,14     Επειτα από την εντολήν αυτήν του Θεού ηγέρθη ο Αβραάμ το πρωϊ, επήρεν άρτους και ένα ασκόν γεμάτον νερό, έδωκεν αυτά εις την Αγαρ, έβαλε το παιδί της στους ώμους της και την απεμάκρυνεν από την κατασκήνωσιν εκείνην. Η δε Αγαρ αναχωρήσασα περιεπλανάτο εις την έρημον περιοχήν, νοτίως της Χαναάν, εκεί όπου υπήρχε το φρέαρ του όρκου.

Γεν. 21,15     ἐξέλιπε δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ, καὶ ἔῤῥιψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης.
Γεν. 21,15     Κατά την πολύωρον πεζοπορίαν της εξηντλήθη το ύδωρ του ασκού, τους εβασάνιζεν η δίψα και αυτή έρριψε το παιδίον κάτω από ένα ελάτον, δια να αποθάνη εκεί.

Γεν. 21,16     ἀπελθοῦσα δὲ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν ὡσεὶ τόξου βολήν· εἶπε γάρ, οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου. καὶ ἐκάθισεν ἀπέναντι αὐτοῦ, ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλαυσεν.
Γεν. 21,16     Απομακρυνθείσα δε από εκεί εκάθησαν απέναντι αυτού μακράν, όσον ημπορεί να ρίψη κανείς με το τόξον του ένα βέλος· διότι είπε· “δεν αντέχω να ίδω τον θάνατον του παιδιού μου”. Εκάθησε λοιπόν απέναντί του. Το δε παιδίον εφώναξε και έκλαυσε.

Γεν. 21,17     εἰσήκουσε δὲ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἦν, καὶ ἐκάλεσεν ἄγγελος Θεοῦ τὴν Ἄγαρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ· τί ἐστιν Ἄγαρ; μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἐστιν.
Γεν. 21,17     Ο Θεός ήκουσε το γοερόν κλάμα του παιδιού από τον τόπον, όπου αυτό ευρίσκετο, και άγγελος από τον ουρανόν εκάλεσε την Αγαρ και της είπε· “Αγαρ, τι συμβαίνει; Μη φοβήσαι· εισήκουσεν ο Θεός την φωνήν του παιδιού, το οποίον ευρίσκεται σαν πεταμένο στον τόπον αυτόν.

Γεν. 21,18     ἀνάστηθι καὶ λαβὲ τὸ παιδίον καὶ κράτησον τῇ χειρί σου αὐτό· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό.
Γεν. 21,18     Σηκω, πάρε το παιδί σου και κράτησέ το με στοργήν και εμπιστοσύνην από το χέρι, διότι εγώ θα το αναδείξω γενάρχην έθνους”.

Γεν. 21,19     καὶ ἀνέῳξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ εἶδε φρέαρ ὕδατος ζῶντος καὶ ἐπορεύθη καὶ ἔπλησε τὸν ἀσκὸν ὕδατος καὶ ἐπότισε τὸ παιδίον.
Γεν. 21,19     Και αμέσως ο Θεός ήνοιξε τα μάτια της Αγαρ και είδεν αυτή εκεί πλησίον πηγήν, που ανέβλυζε δροσερόν ύδωρ. Επήγεν εκεί, εγέμισε τον ασκόν με νερό και επότισε το παιδί της.

Γεν. 21,20     καὶ ἦν ὁ Θεὸς μετὰ τοῦ παιδίου, καὶ ηὐξήθη. καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ, ἐγένετο δὲ τοξότης.
Γεν. 21,20     Ο δε Θεός ήτο συμπαραστάτης και βοηθός του παιδιού, το οποίον εμεγάλωσεν, εγκατεστάθη εις την έρημον αυτήν και έγινε τοξότης.

Γεν. 21,21     καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ τῇ Φαράν, καὶ ἔλαβεν αὐτῷ ἡ μήτηρ γυναῖκα ἐκ γῆς Αἰγύπτου.
Γεν. 21,21     Εγκατεστάθη εις την έρημον, η οποία λέγεται Φαράν. Η δε μητέρα του εδιάλεξε δι' αυτόν γυναίκα από την Αίγυπτον, την οποίαν και του έδωσεν ως σύζυγον.

Γεν. 21,22     Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ εἶπεν Ἀβιμέλεχ καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς Ἁβραὰμ λέγων· ὁ Θεὸς μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς·
Γεν. 21,22     Κατά την εποχήν εκείνην ο Αβιμέλεχ συνοδευόμενος από τον νυμφαγωγόν του Οχοζάθ και τον αρχιστράτηγον της στρατιάς του Φιχόλ, επεσκέφθη τον Αβραάμ και του είπε· “γνωρίζω ότι ο Θεός είναι μαζή σου και ευλογεί κάθε τι που κάμνεις.

Γεν. 21,23     νῦν οὖν ὄμοσόν μοι τὸν Θεόν, μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου, μηδὲ τὸ ὄνομά μου· ἀλλὰ κατὰ τὴν δικαιοσύνην, ἣν ἐποίησα μετὰ σοῦ, ποιήσεις μετ᾿ ἐμοῦ, καὶ τῇ γῇ, ᾗ σὺ παρῴκησας ἐν αὐτῇ.
Γεν. 21,23     Τωρα λοιπόν ορκίσου μου στον Θεόν, ότι δεν θα κάμης ποτέ τίποτε κακόν και άδικον ούτε εναντίον μου ούτε εναντίον των απογόνων μου ούτε εις βάρος του καλού ονόματός μου. Αλλά, όπως εγώ εφάνηκα δίκαιος και καλός απέναντί σου, κατά παρόμοιον τρόπον και συ θα φανής καλός προς εμέ και προς την χώραν αυτήν, όπου προσωρινώς έμεινες”.

Γεν. 21,24     καὶ εἶπεν Ἁβραάμ· ἐγὼ ὀμοῦμαι.
Γεν. 21,24     Ο δε Αβραάμ είπε· “ναι, εγώ ορκίζομαι ότι δέχομαι την πρότασίν σου και θα φερθώ, όπως μου ζητείς”.

Γεν. 21,25     καὶ ἤλεγξεν Ἁβραὰμ τὸν Ἀβιμέλεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος, ὧν ἀφείλοντο οἱ παῖδες τοῦ Ἀβιμέλεχ.
Γεν. 21,25     Με την ευκαιρίαν δε της συναντήσεως αυτής ο Αβραάμ παρεπονέθη προς τον Αβιμέλεχ δια τα φρέατα, τα οποία, ενώ τα είχεν ανοίξει ο Αβραάμ, τα ήρπασαν οι υπηρέται του Αβιμέλεχ.

Γεν. 21,26     καὶ εἶπεν αὐτῷ Ἀβιμέλεχ· οὐκ ἔγνων τίς ἐποίησέ σοι τὸ ῥῆμα τοῦτο, οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα, ἀλλ᾿ ἢ σήμερον.
Γεν. 21,26     Απήντησεν ο Αβιμέλεχ στον Αβραάμ και είπε· “δεν επληροφορήθην ποιός έκαμε την κακήν αυτήν πράξιν· ούτε συ μου έκαμες λόγον δι' αυτήν ούτε εγώ από κανένα άλλον ήκουσα. Πρώτην φοράν την πληροφορούμαι σήμερον”. Και διέταξε να αποδοθούν τα φρέατα στον Αβραάμ.

Γεν. 21,27     καὶ ἔλαβεν Ἁβραὰμ πρόβατα καὶ μόσχους, καὶ ἔδωκε τῷ Ἀβιμέλεχ, καὶ διέθεντο ἀμφότεροι διαθήκην.
Γεν. 21,27     Επήρε τότε ο Αβραάμ από τα ποίμνιά του πρόβατα και μοσχάρια και τα έδωσεν ως δώρον αγάπης στον Αβιμέλεχ. Οι δύο των δε κατά την ημέραν εκείνην συνήψαν σύμφωνον αμοιβαίας φιλίας.

Γεν. 21,28     καὶ ἔστησεν Ἁβραὰμ ἑπτὰ ἀμνάδας προβάτων μόνας.
Γεν. 21,28     Ο Αβραάμ εν συνεχεία εξεχώρισεν επτά αμνάδας ιδιαιτέρως δια τον Αβιμέλεχ.

Γεν. 21,29     καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἁβραάμ· τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας;
Γεν. 21,29     Ο Αβιμέλεχ τον ηρώτησε· “τι σημαίνουν τα επτά αυτά θηλυκά αρνιά τα οποία εξεχώρισες ιδιαιτέρως;”

Γεν. 21,30     καὶ εἶπεν Ἁβραάμ, ὅτι τὰς ἑπτὰ ἀμνάδας λήψῃ παρ᾿ ἐμοῦ, ἵνα ὦσί μοι εἰς μαρτύριον, ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ τοῦτο.
Γεν. 21,30     Ο Αβραάμ τότε του είπε· “τας επτά αυτάς αμνάδας θα τας πάρης εκ μέρους μου, δια να είναι μάρτυρες και να σου υπενθυμίζουν ότι εγώ ήνοιξα τούτο το φρέαρ”.

Γεν. 21,31     διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Φρέαρ ὁρκισμοῦ, ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι.
Γεν. 21,31     Εξ αιτίας δε αυτού του γεγονότος ωνόμασεν ο Αβραάμ τον τόπον εκείνον Βηρσαβεέ δηλαδή “Φρέαρ του όρκου”, επειδή εκεί ωρκίσθησαν οι δύο των.

Γεν. 21,32     καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὁρκισμοῦ. ἀνέστη δὲ Ἀβιμέλεχ καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστάτητος τῆς δυνάμεως αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιείμ.
Γεν. 21,32     Εκλεισαν συμφωνίαν μεταξύ των εκεί στο φρέαρ του όρκου. Επειτα από αυτά ηγέρθησαν ο Αβιμέλεχ, ο νυμφαγωγός του Οχοζάθ, ο αρχιστράτηγος των δυνάμεών του Φιχόλ και επανήλθον εις την χώραν των Φιλισταίων.

Γεν. 21,33     καὶ ἐφύτευσεν· Ἁβραὰμ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄνομα Κυρίου, Θεὸς αἰώνιος.
Γεν. 21,33     Ο Αβραάμ, εις πιστοποίησιν και ανάμνησιν, εφύτευσε δένδρα στον αγρόν πλησίον του φρέατος του όρκου και επεκαλέσθη εκεί το όνομα Κυρίου, “Θεός αιώνιος”.

Γεν. 21,34     παρῴκησε δὲ Ἁβραὰμ ἐν τῇ γῇ τῶν Φυλιστιεὶμ ἡμέρας πολλάς.
Γεν. 21,34     Κατώκησε δε εις την χώραν αυτήν των Φιλισταίων ο Αβραάμ επί αρκετόν χρόνον.

Γεν. 22,1     Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα ὁ Θεός ἐπείρασε τὸν Ἁβραὰμ καὶ εἶπεν αὐτῷ· Ἁβραάμ, Ἁβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ.
Γεν. 22,1     Επειτα από τα γεγονότα αυτά, υπέβαλεν ο Θεός εις δοκιμασίαν τον Αβραάμ και του είπεν· “Αβραάμ, Αβραάμ” ! Εκείνος απήντησε· “ιδού εγώ, Κυριε, είμαι παρών”.

Γεν. 22,2     καὶ εἶπε· λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ᾿ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω.
Γεν. 22,2     Του είπε δε ο Θεός· “πάρε το παιδί σου το αγαπημένο, τον Ισαάκ, τον οποίον τόσον πολύ ένεις αγαπήσει, πήγαινε μαζή με αυτόν εις την υψηλήν περιοχήν και πρόσφερέ τον ολοκαύτωμα επάνω εις ένα από τους λόφους εκείνους που εγώ θα σου είπω”.

Γεν. 22,3     ἀναστὰς δὲ Ἁβραὰμ τὸ πρωΐ ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθ᾿ ἑαυτοῦ δύο παῖδας καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ.
Γεν. 22,3     Πειθαρχικός ο Αβραάμ εις την φωνήν του Κυρίου, εσηκώθη αμέσως το πρωϊ, εσαμάρωσε την όνον του, παρέλαβε μαζή του τον υιόν του τον Ισαάκ και δύο δούλους, έσχισε και εφόρτωσε ξύλα δια την θυσίαν του ολοκαυτώματος, εξεκίνησεν από εκεί όπου ευρίσκετο, και κατά την τρίτην ημέραν έφθασεν στον τόπον, τον οποίον του είχεν ορίσει ο Θεός.

Γεν. 22,4     καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν.
Γεν. 22,4     Πριν δε φθάση εις αυτόν εσήκωσε τα μάτια του και είδε από μακρυά τον καθωρισμένον δια την θυσίαν του υιού του τόπον.

Γεν. 22,5     καὶ εἶπεν Ἁβραὰμ τοῖς παισὶν αὐτοῦ· καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς.
Γεν. 22,5     Είπε δε στους δούλους του· “σεις καθήστε εδώ με την όνον. Εγώ δε και το παιδί μου θα πορευθώμεν έως εκεί και αφού προσκυνήσωμεν τον Κυριον θα επανέλθωμεν”.

Γεν. 22,6     ἔλαβε δὲ Ἁβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβε δὲ μετὰ χεῖρας καὶ τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα.
Γεν. 22,6     Επήρεν ο Αβραάμ τα ξύλα δια την ολοκαύτωσιν και τα εφόρτωσεν στον υιόν του τον Ισαάκ. Αυτός δε επήρεν εις τα χέρια του το πυρ και την μάχαιραν και εβάδισαν και οι δύο μαζή στον τόπον της θυσίας.

Γεν. 22,7     εἶπε δὲ Ἰσαὰκ πρὸς Ἁβραὰμ τὸν πατέρα αὐτοῦ· πάτερ. ὁ δὲ εἶπε· τί ἐστι, τέκνον; εἶπε δέ· ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν;
Γεν. 22,7     Είπε τότε ο Ισαάκ προς τον Αβραάμ, τον πατέρα του· “πάτερ”. Τι είναι παιδί μου;” είπεν εκείνος. “Πατερ, ηρώτησεν ο Ισαάκ, ιδού η φωτιά και τα ξύλα. Αλλά που είναι το πρόβατον, το οποίον θα προσφέρωμεν ως θυσίαν ολοκαυτώματος;”

Γεν. 22,8     εἶπε δὲ Ἁβραάμ· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορευθέντες δὲ ἀμφότεροι ἅμα,
Γεν. 22,8     “Παιδί μου, είπεν ο Αβραάμ, ο Θεός θα φροντίση μόνος του δια το πρόβατον της θυσίας”. Βαδίζοντες δε και οι δύο μαζή,

Γεν. 22,9     ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός. καὶ ᾠκοδόμησεν ἐκεῖ Ἁβραὰμ τὸ θυσιαστήριον καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων.
Γεν. 22,9     έφθασαν εις τον τόπον, που είχεν ορίσει ο Θεός. Κατεσκεύασεν εκεί το θυσιαστήριον ο Αβραάμ, ετοποθέτησεν επάνω εις αυτό τα ξύλα, έδεσε τα πόδια του παιδιού του του Ισαάκ, ετοποθέτησεν αυτόν επάνω εις τα ξύλα

Γεν. 22,10     καὶ ἐξέτεινεν Ἁβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ.
Γεν. 22,10     και άπλωσε το χέρι του να πάρη την μάχαιραν, δια να σφάξη τον υιόν

Γεν. 22,11     καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν· Ἁβραάμ, Ἁβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ.
Γεν. 22,11     Την στιγμήν εκείνην άγγελος Κυρίου από τον ουρανόν τον εκάλεσε και του είπεν· “Αβραάμ, Αβραάμ !” Εκείνος δε απήντησεν· “ιδού εγώ Κυριε”.

Γεν. 22,12     καὶ εἶπε· μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ.
Γεν. 22,12     Και είπε προς αυτόν ο άγγελος· “μη απλώσης το ωπλισμένον με την μάχαιραν χέρι σου επάνω στο παιδίον και μη κάμης εις αυτό κανένα κακόν· διότι τώρα εκατάλαβα καλά ότι συ αέδεσαι και λατρεύστον Θεόν, αφού προς χάριν μου δεν ελυπήθης τον αγαπητόν σου υιόν”.

Γεν. 22,13     καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη Ἁβραὰμ καὶ ἔλαβε τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ.
Γεν. 22,13     Εσήκωσε τα βλέμματά του ο Αβραάμ και είδεν έξαφνα, εκεί κοντά ένα κριόν, του οποίου τα κέρατα είχον περιπλακή εις ένα φυτόν υνομαζόμενον Σαβέκ. Επήγεν ο Αβραάμ εκεί, επήρε τον κριον και προσέφερεν αυτόν ως θυσίαν ολοκαυτώματος αντί του παιδιού του του Ισαάκ.

Γεν. 22,14     καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν, ἵνα εἴπωσι σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη.
Γεν. 22,14     Ωνόμασε δε ο Αβραάμ τον τόπον εκείνον ο Κυριος είδε”· ώστε μέχρι, σήμερον οι άνθρωποι ονομάζουν αυτόν “στούτο το όρος εφανερώθη ο Κυριος”.

Γεν. 22,15     καὶ ἐκάλεσεν ἄγγελος Κυρίου τὸν Ἁβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ, λέγων·
Γεν. 22,15     Δια δευτέραν φοράν άγγελος Κυρίου εκάλεσεν από τον ουρανόν τον Αβραάμ και είπεν·

Γεν. 22,16     κατ᾿ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ,
Γεν. 22,16     στον εαυτόν μου ωρκίσθηκα, λέγει ο Κυριος, επειδή υπήκουσες και εξεπλήρωσες την εντολήν μου αυτήν και δεν ελυπήθης προς χάριν μου τον υιόν σου τον αγαπητόν,

Γεν. 22,17     ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων·
Γεν. 22,17     σου υπόσχομαι ότι πλουσίως θα σε ευλογήσω και θα πληθύνω πολύ τους απογόνους σου, σαν τα αστέρια του ουρανού και σαν την άμμον που υπάρχει εις την παραλίαν της θαλάσσης. Οι απόγονοί σου με την ιδικήν μου προστασίαν και δύναμιν θα κυριεύσουν τας πόλεις των εχθρών.

Γεν. 22,18     καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾿ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.
Γεν. 22,18     Επί πλέον, επειδή τόσον προθύμως και πλήρως υπήκουσες εις την εντολήν μου, σου υπόσχομαι ότι με ένα από τους απογόνους σου, τον Χριστόν, θα ευλογηθούν όλα τα έθνη της γης”.

Γεν. 22,19     ἀπεστράφη δὲ Ἁβραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. καὶ κατῴκησεν Ἁβραὰμ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου.
Γεν. 22,19     Επειτα από αυτά, ο Αβραάμ με τον Ισαάκ επέστρεψαν προς τους δούλους του, που είχαν αφήσει στους πρόποδας του όρους, και όλοι μαζή εξεκίνησαν, δια να μεταβούν στο φρέαρ του όρκου. Εκεί, στο φρέαρ του όρκου, εγκατεστάθη μονίμως πλέον ο Αβραάμ.

Γεν. 22,20     Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀνηγγέλη τῷ Ἁβραὰμ λέγοντες· ἰδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς τῷ Ναχὼρ τῷ ἀδελφῷ σου,
Γεν. 22,20     Επειτα από αυτά ανήγγειλαν στον Αβραάμ και ένα άλλο γεγονός ευχάριστον· “ιδού, του είπαν, η νύμφη σου η Μελχά εγέννησε και αυτή υιούς στον αδελφόν σου τον Ναχώρ,

Γεν. 22,21     τὸν Οὒζ πρωτότοκον καὶ τὸν Βαὺξ ἀδελφὸν αὐτοῦ καὶ τὸν Καμουὴλ πατέρα Σύρων
Γεν. 22,21     τον πρωτότοκον Ουζ, τους αδελφούς του Βαυξ και Καμουήλ, γενάρχην των Συρων,

Γεν. 22,22     καὶ τὸν Χαζὰδ καὶ Ἀζαῦ καὶ τὸν Φαλδὲς καὶ τὸν Ἰελδὰφ καὶ τὸν Βαθουήλ·
Γεν. 22,22     και τους Χαζάδ, Αζαύ, Φαλδές, Ιελδάφ και Βαθουήλ.

Γεν. 22,23     Βαθουὴλ δὲ ἐγέννησε τὴν Ῥεβέκκαν. ὀκτὼ οὗτοι υἱοί, οὓς ἔτεκε Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ Ἁβραάμ.
Γεν. 22,23     Ο δε Βαθουήλ απέκτησε κόρην την Ρεβέκκαν. Οι οκτώ αυτοί είναι υιοί του Ναχώρ, του αδελφού του Αβραάμ, τους οποίους απέκτησεν από την Μελχά.

Γεν. 22,24     καὶ ἡ παλλακὴ αὐτοῦ, ᾗ ὄνομα Ῥεημά, ἔτεκε καὶ αὐτὴ τὸν Ταβὲκ καὶ τὸν Ταὰμ καὶ τὸν Τοχὸς καὶ τὸν Μοχά.
Γεν. 22,24     Από δε την παλλακήν αυτού, την δευτέρας σειράς σύζυγόν του, η οποία ωνομάζετο Ρεημά, απέκτησεν υιούς τον Ταβέκ, τον Ταάμ, τον Τοχός και τον Μοχά.

Γεν. 23,1     Ἐγένετο δὲ ἡ ζωὴ Σάῤῥας ἔτη ἑκατὸν εἰκοσιεπτά.
Γεν. 23,1     Η Σαρρα έφθασεν εις την ηλικίαν των εκατόν είκοσι επτά ετών,

Γεν. 23,2     καὶ ἀπέθανε Σάῤῥα ἐν πόλει Ἀρβόκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν. ἦλθε δὲ Ἁβραὰμ κόψασθαι Σάῤῥαν καὶ πενθῆσαι.
Γεν. 23,2     οπότε και απέθανεν εις την πόλιν Αρβόκ (αύτη δε είναι η Χεβρών), η οποία ευρίσκεται εις κάποιο βαθύπεδον της περιοχής Χαναάν. Ο Αβραάμ ήλθεν από την Βηρσαβεέ εις την Χεβρών, δια να θρηνήση και πενθήση την αποθανούσαν σύζυγόν του, την Σαρραν.

Γεν. 23,3     καὶ ἀνέστη Ἁβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν Ἁβραὰμ τοῖς υἱοῖς τοῦ Χὲτ λέγων·
Γεν. 23,3     Ηγέρθη ο Αβραάμ από το πένθος του αγαπημένου του αυτού νεκρού και είπεν στους Χετταίους.

Γεν. 23,4     πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε μοι οὖν κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ᾿ ἐμοῦ.
Γεν. 23,4     “Εγώ, όπως γνωρίζετε, είμαι πάροικος και παρεπίδημος μεταξύ σας. Σας παρακαλώ, δόστε μου να αγοράσω ως ιδιοκτησίαν ένα τάφον εις την περιοχήν σας, δια να θάψω την νεκράν μου σύζυγον”.

Γεν. 23,5     ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς Ἁβραὰμ λέγοντες· μὴ κύριε·
Γεν. 23,5     Απεκρίθησαν δε οι Χετταίοι προς τον Αβραάμ και είπον· “όχι, κύριε, δεν είναι σωστόν αυτό, που λέγεις να αγοράσης τάφον.

Γεν. 23,6     ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσει τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ.
Γεν. 23,6     Ακουσέ μας· συ είσαι ιμεταξύ μας σαν ένας βασιλεύς εκ μέρους του Θεού σταλμένος. Δια τούτο εις ένα από τα εκλεκτά μας μνημεία θάψε τον νεκρόν σου· διότι κανείς από ημάς δεν θα αρνηθή το μνημείον του, δια να θάψης εις αυτό την νεκράν σύζυγόν σου”.

Γεν. 23,7     ἀναστὰς δὲ Ἁβραὰμ προσεκύνησε τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς τοῦ Χέτ,
Γεν. 23,7     Εσηκώθη ο Αβραάμ και γεμάτος ευγνωμοσύνην επροσκύνηοε τους Χετταίους, τους κατοίκους της περιοχής εκείνης.

Γεν. 23,8     καὶ ἐλάλησε πρὸς αὐτοὺς Ἁβραὰμ λέγων· εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν, ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Ἐφρὼν τῷ τοῦ Σαάρ,
Γεν. 23,8     Κατόπιν ωμίλησε προς αυτούς και τους είπε· “αφού έχετε την καλωσύνην της ψυχής, ώστε να μου επιτρέψετε να θάψω τον νεκρόν μου, ακούσατε την παράκλησίν μου. Ομιλήσατε σας παρακαλώ περί εμού στον Εφρών, τον υιόν του Σαάρ,

Γεν. 23,9     καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου.
Γεν. 23,9     και πείσατέ τον να μου πωλήση το διπλούν σπήλαιον, που ανήκει εις αυτόν και το οποίον ευρίσκεται εις κάποιο μέρος του αγρού του. Αντί των χρημάτων που αξίζει, ας μου δώση τώρα ενώπιόν σας ως ιδιοκτησίαν μου το μνημείον αυτό”.

Γεν. 23,10     Ἐφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· ἀποκριθεὶς δὲ Ἐφρὼν ὁ Χετταῖος πρὸς Ἁβραὰμ εἶπεν, ἀκουόντων τῶν υἱῶν Χὲτ καὶ τῶν εἰσπορευομένων εἰς τὴν πόλιν πάντων, λέγων·
Γεν. 23,10     Ο Εφρών ήτο και αυτός ένας από τον λαόν των Χετταίων. Αμέσως δε απήντησε προς τον Αβραάμ, εκεί εις την πύλην της πόλεως, ώστε να τον ακούουν οι Χετταίοι όσοι εισήρχοντο εις την πόλιν, και είπε·

Γεν. 23,11     παρ᾿ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου· τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοὶ δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου·
Γεν. 23,11     “πλησίασε κοντά μου, κύριε, και άκουσέ με· τον αγρόν και το σπήλαιον, που υπάρχει εις αυτόν, σου τον δίδω. Ενώπιον όλων των συμπολιτών μου σου τα έχω πλέον παραχωρήσει. Θαψε εκεί τον νεκρόν άνθρωπόν σου”.

Γεν. 23,12     καὶ προσεκύνησεν Ἁβραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς
Γεν. 23,12     Ο Αβραάμ ευχαριστών δια την καλωσύνην των προσεκύνησε τον λαόν της χώρας

Γεν. 23,13     καὶ εἶπε τῷ Ἐφρὼν εἰς τὰ ὦτα ἐναντίον τοῦ λαοῦ τῆς γῆς· ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λάβε παρ᾿ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ.
Γεν. 23,13     και είπε προς τον Εφρών, ώστε να τον ακούσουν όλοι οι κάτοικοι της πόλεως· “Εφρών, επειδή ευρίσκεσαι τώρα ενώπιόν μου και θα συνάψωμεν συμφωνίαν, άκουσέ με· Παρε εκ μέρους μου τα αργύρια, που πρέπει, ως αξίαν του αγρού, και εγώ θα θάψω πλέον εκεί τον νεκρόν μου”.

Γεν. 23,14     ἀπεκρίθη δὲ Ἐφρὼν τῷ Ἀβραὰμ λέγων·
Γεν. 23,14     Απήντησεν ο Εφρών προς τον Αβραάμ και είπε, με κάποιαν δόσιν υποκριτικής ευγενείας.

Γεν. 23,15     οὐχὶ κύριε, ἀκήκοα γάρ, γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀλλὰ τί ἂν εἴη τοῦτο ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; σὺ δὲ τὸν νεκρόν σου θάψον.
Γεν. 23,15     “Οχι, κύριε, δεν θέλω χρήματα. Εχω βέβαια πληροφορηθή ότι ο αγρός αυτός αξίζει τετρακόσια αργυρά δίδραχμα, αλλά τι είναι αυτά μεταξύ μας; Θαψε, λοιπόν, τον νεκρόν σου, χωρίς να γίνεται πλέον λόγος δι' αγοραπωλησίαν”.

Γεν. 23,16     καὶ ἤκουσεν Ἁβραὰμ τοῦ Ἐφρών, καὶ ἀποκατέστησεν Ἁβραὰμ τῷ Ἐφρὼν τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χέτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις.
Γεν. 23,16     Ο Αβραάμ όμως, όταν ήκουσεν από τον Εφρών την τιμήν του αγρού, έδωσε αμέσως εις αυτόν τα χρήματα, τα οποία εις επήκοον του λαού των Χετταίων είχεν ορίσει ούτος εις τετρακόσια αργυρά δίδραχμα εις έγκυρον νόμισμα που εκυκλοφορούσε τότε μεταξύ των εμπόρων.

Γεν. 23,17     καὶ ἔστη ὁ ἀγρὸς Ἐφρών, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστι κατὰ πρόσωπον Μαμβρῆ, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ὃ ἦν ἐν τῷ ἀγρῷ, καὶ πᾶν ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ,
Γεν. 23,17     Κατόπιν αυτής της συμφωνίας παρεδόθη ο αγρός του Εφρών μαζή με το διπλούν σπήλαιον, που ευρίσκετο απέναντι εις την Δρυν Μαμβρή, όπως επίσης και όλα τα δένδρα και κάθε τι, που υπήρχεν στον αγρόν και εις τα σύνορα αυτού κύκλω,

Γεν. 23,18     τῷ Ἁβραάμ, εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.
Γεν. 23,18     ως ιδιοκτησία πλέον στον Αβραάμ επί παρουσία του λαού των Χετταίων και των εισερχομένων δια της πύλης εις την πόλιν.

Γεν. 23,19     μετὰ ταῦτα ἔθαψεν Ἁβραὰμ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν.
Γεν. 23,19     Επειτα από αυτά έθαψεν ο Αβραάμ την γυναίκα του την Σαρραν στο διπλούν αυτό σπήλαιον του αγρού, ο οποίος ευρίσκεται απέναντι της Μαμβρή εις Χεβρών της χώρας Χαναάν.

Γεν. 23,20     καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, τῷ Ἁβραὰμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χέτ.
Γεν. 23,20     Ετσι δε επεκυρώθη ενώπιον των Χετταίων ο αγρός και το διπλούν σπήλαιον ως ιδιοκτησία πλέον του Αβραάμ δια μνημείον.

Γεν. 24,1     Καὶ Ἁβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ ὁ Κύριος ηὐλόγησε τὸν Ἁβραὰμ κατὰ πάντα.
Γεν. 24,1     Ο Αβραάμ ήτο πλέον γέρων, προχωρημένος πολύ εις τας ημέρας της ζωής του. Ο δε Κυριος ηυλόγησε τον Αβραάμ εις όλην του την ζωήν και εις όλα του τα έργα.

Γεν. 24,2     καὶ εἶπεν Ἁβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ· θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου,
Γεν. 24,2     Είπε δε Αβραάμ στον Ελιέζερ, τον μεγαλύτερον κατά την ηλικίαν δούλον της οικογενείας του, τον επιστάτην όλων των άλλων δούλων· “βάλε την χείρα σου υπό τον μηρόν μου·

Γεν. 24,3     καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ᾿ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς,
Γεν. 24,3     σε εξορκίζω ενώπιον Κυρίου, του Θεού του ουρανού και της γης, να μη λάβης δια τον υιόν μου τον Ισαάκ σύζυγον από τας θυγατέρας των κατοίκων Χαναάν, μεταξύ των οποίων εγώ μέχρι σήμερον ζω,

Γεν. 24,4     ἀλλ᾿ ἢ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.
Γεν. 24,4     άλλα από την χώραν της καταγωγής μου, όπου εγώ εγεννήθην. Θα υπάγης εκεί εις την φυλήν μου και από τους εκεί συγγενείς μου θα εκλέξης γυναίκα δια τον υιόν μου τον Ισαάκ”

Γεν. 24,5     εἶπε δὲ πρὸς αὐτὸν ὁ παῖς· μή ποτε οὐ βούληται ἡ γυνὴ πορευθῆναι μετ᾿ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην· ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν;
Γεν. 24,5     Ηρώτησε δε αυτόν ο Ελιέζερ, ο δούλος· “εάν τυχόν η γυναίκα, που θα εκλέξω ως σύζυγον του Ισαάκ, δεν θελήση να με ακολουθήση εις την χώραν της Χαναάν, θα οδηγήσω τον υιόν σου στον τόπον, από τον οποίον συ ανεχώρησες και ήλθες;”

Γεν. 24,6     εἶπε δὲ πρὸς αὐτὸν Ἁβραάμ· πρόσεχε σεαυτῷ, μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ.
Γεν. 24,6     Ο Αβραάμ του απήντησε· “πρόσεξε πολύ και βάλε το μέσα στον νουν σου· μη επαναφέρης έκεί τον υιόν μου,

Γεν. 24,7     Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι καὶ ὃς ὤμοσέ μοι λέγων· σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου. καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
Γεν. 24,7     διότι ο Κυριος ο Θεός του ουρανού και της γης, ο οποίος με επήρε από τον πατρικόν μου οίκον και από την γην, εις την οποίαν εγεννήθην, και με έφερεν εδώ, αυτός μου είπε και μου ωρκίσθη λέγων· Εις σε και στους απογόνους σου θα δώσω την χώραν αυτήν. Αυτός, λοιπόν, ο Θεός θα στείλη ενώπιόν σου άγγελον οδηγόν και θα σε δοηθήση να εκλέξης από εκεί σύζυγον δια τον υιόν μου.

Γεν. 24,8     ἐὰν δὲ μὴ θέλῃ ἡ γυνὴ πορευθῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην, καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου μου· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ.
Γεν. 24,8     Εάν δε και δεν θελήση η γυναίκα να έλθη μαζή σου εις την χώραν αυτήν, είσαι απηλλαγμένος από τον όρκον, στον οποίν σε υπέβαλα. Η μόνη σου υποχρέωσις είναι, να μη οδηγήσης τον υιόν μου εκεί”.

Γεν. 24,9     καὶ ἔθηκεν ὁ παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν Ἁβραὰμ τοῦ κυρίου αὐτοῦ καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου.
Γεν. 24,9     Ο Ελιέζερ, ο δούλος, έθεσε την χείρα αυτού κάτω από τον μηρόν του Αβραάμ, του κυρίου του, και του ωρκίσθη ότι θα συμμορφωθή με την εντολήν του.

Γεν. 24,10     Καὶ ἔλαβεν ὁ παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ μεθ᾿ ἑαυτοῦ καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχώρ.
Γεν. 24,10     Επήρε, λοιπόν, δέκα καμήλους από τας καμήλους του κυρίου του, επήρεν ακόμη μαζή του από όλα τα αγαθά που είχεν ο κύριός του και εξεκίνησε δια την Μεσοποταμίαν, δια την πόλιν του Μαχώρ, του αδελφού του Αβραάμ.

Γεν. 24,11     καὶ ἐκοίμισε τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι.
Γεν. 24,11     Οταν, από ταξίδιον ημερών, επλησίασε κατά την εσπέραν έξω από την πόλιν, αφήκεν εκεί κοντά στο φρέαρ να κατακλιθούν αι κάμηλοι, την ώραν κατά την οποίαν εξέρχονται συνήθως από την πόλιν αι γυναίκες, δια να αντλήσουν νερό.

Γεν. 24,12     καὶ εἶπε· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ.
Γεν. 24,12     Προσηυχήθη δε εκεί προς τον Θεόν ο Ελιέζερ και είπε· “Κυριε, συ ο Θεός του κυρίου μου του Αβραάμ, δώσε καλήν έκβασιν και επιτυχίαν σήμερον εις τας ενεργείας μου και κάμε το έλεός σου προς τον κύριόν μου τον Αβραάμ.

Γεν. 24,13     ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ,
Γεν. 24,13     Ιδού εγώ ευρίσκομαι κοντά εις την πηγήν αυτήν του ύδατος. Αι θυγατέρες των κατοίκων της πόλεως αυτής εξέρχονται προς τα εδώ δια να αντλήσουν νερό.

Γεν. 24,14     καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου τῷ Ἰσαάκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ.
Γεν. 24,14     Δώσε, Κυριε, ώστε η παρθένος, εις την οποίαν εγώ θα είπω “γύρε την στάμναν σου δια να πίω νερό” και εκείνη θα μου πη “πίε και συ και θα ποτίσω τας καμήλους σου μέχρις ότου χορτάσουν και παύσουν πλέον να πίνουν”, ώσε, ώστε αυτή να είναι εκείνη, την οποίαν συ έχεις προορίσει ως σύζυγον δια τον δούλόν σου Ισαάκ. Με τον τρόπον δε αυτόν θα καταλάβω και εγώ, ότι έκαμες το έλεός σου προς τον κύριόν μου τον Αβραάμ και εξεπλήρωσες την επιθυμίαν του”.

Γεν. 24,15     καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουήλ, υἱῷ Μελχὰς τῆς γυναικὸς Ναχώρ, ἀδελφοῦ δὲ Ἁβραάμ, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.
Γεν. 24,15     Πριν ακόμη τελείωση ο Ελιέζερ την νοεράν αυτήν προσευχήν του προς τον Θεόν, ιδού εξήρχετο από την πόλιν η Ρεβέκκα, η κόρη του Βαθουήλ, υιού της Μελχάς, συζύγου του Ναχώρ, του αδελφού του Αβραάμ. Εφερε δε επάνω στον ώμόν της την στάμναν.

Γεν. 24,16     ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα· παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν αὐτῆς καὶ ἀνέβη.
Γεν. 24,16     Η παρθένος αυτή ήτο εξαιρετικώς ωραία. Ητο παρθένος και κανείς ανήρ δεν είχεν έλθει εις επαφήν με αυτήν. Κατέβηκε εις την πηγήν, εγέμισε την στάμναν της και ανέβη πάλιν, δια να επιστρέψη εις την πόλιν.

Γεν. 24,17     ἐπέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς καὶ εἶπε· πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου.
Γεν. 24,17     Την στιγμήν εκείνην έτρεξε προς συνάντησίν της ο Ελιέζερ και είπε· “δος μου να πιώ ολίγον νερό από την στάμναν σου”.

Γεν. 24,18     ἡ δὲ εἶπε· πίε, κύριε. καὶ ἔσπευσε καὶ καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν, ἕως ἐπαύσατο πίνων.
Γεν. 24,18     Εκείνη δε είπε· “πίε, κύριε”· κατέβασε την στάμναν και την εστήριξεν στον βραχίονά της, την έγειρε και επότισεν αυτόν, έως ότου αυτός εχόρτασε και έπαυσε να πίνη.

Γεν. 24,19     καὶ εἶπε· καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι.
Γεν. 24,19     Η Ρεβέκκα είπε· “θα ποτίσω και τας καμήλους σου, έως ότου χορτάσουν όλες”.

Γεν. 24,20     καὶ ἔσπευσε καὶ ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι πάλιν καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις.
Γεν. 24,20     Αμέσως άδειασε την στάμναν της στο παρά το φρέαρ ποτιστήριον των ζώων, έτρεξεν στο φρέαρ να αντλήση και άλλο ύδωρ, έως ότου επότισεν όλας τας καμήλους.

Γεν. 24,21     ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι, εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ ἢ οὔ.
Γεν. 24,21     Ο δε Ελιέζερ την παρατηρούσε και την παρακολουθούσε με πολλήν προσοχήν, χωρίς να βγάζη λέξιν, προσπαθών να γνωρίση, εάν ο Θεός τον εβοήθησε να επιτύχη η όχι τον σκοπόν του ταξιδίου του.

Γεν. 24,22     ἐγένετο δέ, ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι, ἔλαβεν ὁ ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς καὶ δύο ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῆς, δέκα χρυσῶν ὁλκὴ αὐτῶν.
Γεν. 24,22     Οταν πλέον εποτίσθησαν όλαι αι κάμηλοι, επείσθη ο Ελιέζερ ότι αυτή είναι η νύμφη, η από τον Θεόν προοριζομένη δια τον Ισαάκ. Επήρε τότε από τας αποσκευάς του ο Ελιέζερ και έδωσεν εις την Ρεβέκκαν σκουλαρίκια χρυσά, πεντέμισυ περίπου γραμμαρίων βάρους το καθένα, και δύο βραχιόλια χρυσά βάρους και τα δύο διακοσίων είκοσι περίπου γραμμαρίων,

Γεν. 24,23     καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἶπε· θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι, εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος ἡμῖν τοῦ καταλῦσαι.
Γεν. 24,23     ηρώτησεν αυτήν και της είπε· “τίνος είσαι κόρη; Ημπορείς ακόμη να με πληροφορήσης, αν υπάρχη και για μας τόπος κοντά στον πατέρα σου, δια να καταλύσωμεν εκεί;”

Γεν. 24,24     ἡ δὲ εἶπεν αὐτῷ· θυγάτηρ Βαθουήλ εἰμι τοῦ Μελχάς, ὃν ἔτεκε τῷ Ναχώρ.
Γεν. 24,24     Εκείνη απήντησεν· “είμαι κόρη του Βαθουήλ, υιού του Ναχώρ και της Μελχάς”.

Γεν. 24,25     καὶ εἶπεν αὐτῷ· καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ᾿ ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι.
Γεν. 24,25     Και προσέθεσε· “βεβαίως υπάρχουν εις ημάς και άχυρα, και τροφαί πολλαί και τόπος να καταλύσετε”.

Γεν. 24 ,26     καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησε τῷ Κυρίῳ καὶ εἶπεν·
Γεν. 24 ,26    

Γεν. 24,27     εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραάμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου· ἐμέ τε εὐώδωκε Κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.
Γεν. 24,27     “δοξασιμένος ας είναι ο Θεός του κυρίου μου Αβραάμ, ο οποίος και εις την περίστασιν αυτήν έδειξε την δικαιοσύνην και την αλήθειάν του, ετήρησε την υπόσχεσίν του απέναντι του κυρίου μου, εμέ δε εβοήθησε να φθάσω αισίως στον οίκον του Ναχώρ, αδελφού του Αβραάμ”.

Γεν. 24,28     Καὶ δραμοῦσα ἡ παῖς ἀνήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα.
Γεν. 24,28     Η κόρη έτρεξε και ανήγγειλεν στον οίκον της μητρός της όλα αυτά τα συμβάντα.

Γεν. 24,29     τῇ δὲ Ῥεβέκκᾳ ἀδελφὸς ἦν ᾧ ὄνομα Λάβαν· καὶ ἔδραμε Λάβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν.
Γεν. 24,29     Είχε δε η Ρεβέκκα και αδελφόν ονομαζόμενον Λαβαν, ο οποίος, όταν ήκουσε αυτά, έτρεξεν έξω εις την πηγήν προς τον ξένον εκείνον άνθρωπον.

Γεν. 24,30     καὶ ἐγένετο ἡνίκα εἶδε τὰ ἐνώτια καὶ τὰ ψέλλια ἐν ταῖς χερσὶ τῆς ἀδελφῆς αὐτοῦ καὶ ὅτε ἤκουσε τὰ ῥήματα Ῥεβέκκας τῆς ἀδελφῆς αὐτοῦ λεγούσης· οὕτω λελάληκέ μοι ὁ ἄνθρωπος, καὶ ἦλθε πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς
Γεν. 24,30     Οταν δηλαδή είδε τα σκουλαρίκια και τα βραχιόλια εις τα χέρια της αδελφής του, και όταν ήκουσεν αυτήν να διηγήται και να λέγη όσα της είχεν είπει ο Ελιέζερ, ήλθεν ο Λαβαν προς αυτόν, που εστέκετο ακόμη όρθιος κοντά εις τας καμήλους του πλησίον της πηγής,

Γεν. 24,31     καὶ εἶπεν αὐτῷ· δεῦρο εἴσελθε· εὐλογητὸς Κυρίου· ἱνατί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμασα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις.
Γεν. 24,31     και του είπε· “έλα μαζή μου· κόπιασε στο σπίτι μου· συ είσαι ευλογημένος από τον Κυριον. Διατί στέκεις έξω όρθιος; Εγώ έχω ετοιμάσει την οικίαν μου δια σε και τόπον δια τας καμήλους σου”.

Γεν. 24,32     εἰσῆλθε δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξε τὰς καμήλους καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετ᾿ αὐτοῦ.
Γεν. 24,32     Εισήλθεν ο Ελιέζερ εις την οικίαν του Λαβαν και εξεσαμάρωσε τας καμήλους. Ο δε Λαβαν έδωσεν εις μεν τας καμήλους άχυρα και τροφάς, εις δε τον ξένον και τους συνοδούς του ύδωρ, δια να νίψουν τους πόδας των.

Γεν. 24,33     καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν. καὶ εἶπεν· οὐ μὴ φάγω, ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου. καὶ εἶπαν· λάλησον.
Γεν. 24,33     Επειτα δε παρέθεσε τράπεζαν εις αυτούς, δια να φάγουν. Είπεν όμως ο Ελιέζερ· “δεν θα βάλω τίποτε στο στόμα μου, αν προηγουμένως δεν σας είπω αυτά, που έχω να σας πω”. Εκείνοι του είπαν· “πές μας· σε ακούομεν”.

Γεν. 24,34     Καὶ εἶπε· παῖς Ἁβραὰμ ἐγώ εἰμι.
Γεν. 24,34     Ο Ελιέζερ τότε είπεν· “εγώ είμαι δούλος του Αβραάμ.

Γεν. 24,35     Κύριος δὲ ηὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη· καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους καὶ ἀργύριον καὶ χρυσίον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους.
Γεν. 24,35     Ο Κυριος και Θεός ηυλόγησε πάρα πολύ τον κύριόν μου και τον εξύψωσεν, ώστε να γίνη μέγας. Του έδωσε πρόβατα και μόσχους και αργύριον και χρυσίον, δούλους και δούλας, καμήλους και όνους.

Γεν. 24,36     καὶ ἔτεκε Σάῤῥα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηράσαι αὐτόν, καὶ ἔδωκεν αὐτῷ ὅσα ἦν αὐτῷ.
Γεν. 24,36     Η σύζυγος του κυρίου μου, η Σαρρα, εγέννησεν υιόν στον κύριόν μου, όταν πλέον αυτός ήτο προχωρημένης ηλικίας. Ο δε κύριός μου παρέδωσεν στον υιόν του αυτόν όλην την περιουσίαν.

Γεν. 24,37     καὶ ὥρκισέ με ὁ κύριός μου, λέγων· οὐ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ ἐν τῇ γῇ αὐτῶν,
Γεν. 24,37     Με ώρκισε δε ενώπιον του Θεού και μου είπε· πρόσεξε, δεν θα πάρης δια τον υιόν μου γυναίκα από τας θυγατέρας των κατοίκων Χαναάν, εις την χώραν των οποίων εγώ μένω ως πάροικος,

Γεν. 24,38     ἀλλ᾿ ἢ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
Γεν. 24,38     αλλά θα μεταβής στον οίκον του πατρός μου και εις την φυλήν, από την οποίαν κατάγομαι και από εκεί θα εκλέξης γυναίκα δια τον υιόν μου.

Γεν. 24,39     εἶπα δὲ τῷ κυρίῳ μου· μήποτε οὐ πορεύσεται ἡ γυνὴ μετ᾿ ἐμοῦ.
Γεν. 24,39     Είπα στον κύριόν μου, εάν όμως δεν θελήση η γυναίκα αυτή να έλθη μαζή μου, τι θα γίνη;

Γεν. 24,40     καὶ εἶπέ μοι· Κύριος ὁ Θεός, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἐξαποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
Γεν. 24,40     Εκείνος μου είπε· ο Κυριος και Θεός, ενώπιον του οποίου εγώ έζησα και έπραξα όπως αρέσει εις αυτόν, θα στείλη μαζή σου τον άγγελόν του, θα κατευοδώση τον δρόμον σου, θα εκπληρώση τον σκοπόν του ταξιδίου σου και θα πάρης δια τον υιόν μου γυναίκα από την φυλήν μου και από την οικογένειαν του πατρός μου.

Γεν. 24,41     τότε ἀθῷος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου· ἡνίκα γὰρ ἐὰν ἔλθῃς εἰς τὴν φυλήν μου καὶ μή σοι δῶσι, καὶ ἔσῃ ἀθῷος ἀπὸ τοῦ ὁρκισμοῦ μου.
Γεν. 24,41     Εάν έτσι προχωρήσης και φερθής, θα είσαι απηλλαγμένος από την κατάραν μου. Εάν όμως έλθης εις την φυλήν μου και δεν σου δώσουν νύμφην δια τον υιόν μου, θα είσαι αθώος από τον όρκον, στον οποίον σε υπέβαλα.

Γεν. 24,42     καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραάμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἐν ᾗ νῦν ἐγὼ πορεύομαι ἐν αὐτῇ,
Γεν. 24,42     Λοιπόν, εγώ ήλθα σήμερον εις την πηγήν, προσηυχήθην προς τον Θεόν και είπα· Κυριε ο Θεός του κυρίου μου Αβραάμ, κατευόδωσε και φέρε εις αίσιον πέρας τον σκοπόν, δια τον οποίον εγώ ήλθον έως εδώ.

Γεν. 24,43     ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐκπορεύονται ἀντλῆσαι ὕδωρ, καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, πότισόν με ἐκ τῆς ὑδρίας σου μικρὸν ὕδωρ,
Γεν. 24,43     Ιδού εγώ στέκομαι όρθιος εις την πηγήν αυτήν του ύδατος· αι θυγατέρες των κατοίκων της πόλεως αυτής εξέρχονται προς τα εδώ δια να αντλήσουν ύδωρ. Δώσε, ώστε η παρθένος, εις την οποίαν εγώ θα είπω· Ποτισέ με λίγο νερό από την στάμναν σου,

Γεν. 24,44     καὶ εἴπῃ μοι, καὶ σὺ πίε καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνή, ἣν ἡτοίμασε Κύριος τῷ ἑαυτοῦ θεράποντι Ἰσαάκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου Ἁβραάμ.
Γεν. 24,44     εκείνη δε θα μου πη· πίε και συ και εις τας καμήλους σου εγώ θα δώσω ύδωρ, δώσε ώστε αυτή η γυνή να είναι η προωρισμένη ως σύζυγος δια τον δούλον σου τον Ισαάκ. Κατ' αυτόν τον τρόπον θα εννοήσω, ότι και πάλιν έχεις κάμει το έλεός σου προς τον κύριόν μου τον Αβραάμ.

Γεν. 24,45     καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ μου, εὐθὺς Ῥεβέκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο. εἶπα δὲ αὐτῇ· πότισόν με.
Γεν. 24,45     Πριν δε ακόμη τελειώσω την νοεράν προσευχήν μου, εφάνη αμέσως η Ρεβέκκα εξερχομένη από την πόλιν, με την στάμναν στον ώμον της. Κατέβηκε εις την πηγήν και ήντλησεν ύδωρ. Τοτε της είπα· Δος μου να πιώ και εγώ νερό.

Γεν. 24,46     καί σπεύσασα καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς ἀφ᾿ ἑαυτῆς καὶ εἶπε· πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ. καὶ ἔπιον καὶ τὰς καμήλους ἐπότισε.
Γεν. 24,46     Αυτή κατέβασε αμέσως την στάμναν της, την εστήριξεν στον βραχίονά της και μου είπε· Πιέ συ, και θα ποτίσω και τας καμήλους σου. Αφού έπιον εγώ επότισε πράγματι και τας καμήλους.

Γεν. 24,47     καὶ ἠρώτησα αὐτήν· καὶ εἶπα· θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι. ἡ δὲ ἔφη· θυγάτηρ Βαθουήλ εἰμι τοῦ υἱοῦ Ναχώρ, ὃν ἔτεκεν αὐτῷ Μελχά. καὶ περιέθηκα αὐτῇ τὰ ἐνώτια καί τὰ ψέλλια περὶ τὰς χεῖρας αὐτῆς·
Γεν. 24,47     Τοτε την ηρώτησα και της είπα· πες μου τίνος είσαι θυγάτηρ; Εκείνη απήντησεν· είμαι θυγάτηρ του Βαθουήλ, υιού του Ναχώρ και της Μελχά. Εδωσα κατόπιν εις αυτήν σκουλαρίκια και έθεσα βραχιόλια εις τα χέρια της.

Γεν. 24,48     καὶ εὐδοκήσας προσεκύνησα τῷ Κυρίῳ καὶ εὐλόγησα Κύριον τὸν Θεὸν τοῦ κυρίου μου Ἁβραάμ, ὃς εὐώδωσέ με ἐν ὁδῷ ἀληθείας, λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.
Γεν. 24,48     Κατευχαριστημένος δε δι' όλα αυτά έσκυψα και επροσκύνησα και εδόξασα τον Θεόν του κυρίου μου Αβραάμ, ο οποίος κατευώδωσε την πορείαν μου, ώστε να εκλέξω την κόρην του ανεψιού του κυρίου μου ως σύζυγον του υιού του.

Γεν. 24,49     εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, εἰ δὲ μή, ἀπαγγείλατέ μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἢ ἀριστεράν.
Γεν. 24,49     Εάν λοιπόν σεις θελήσετε να φανήτε καλοί και δίκαιοι προς τον κύριόν μου, πέστε μου εάν δέχεσθε τας προτάσεις μου. Εάν όμως δεν τας δέχεσθε, πέστε μου, ώστε να στραφώ δεξιά και αριστερά, δια να αναζητήσω αλλού νύμφην δια τον Ισαάκ”.

Γεν. 24,50     Ἀποκριθεὶς δὲ Λάβαν καὶ Βαθουὴλ εἶπαν· παρὰ Κυρίου ἐξῆλθε τὸ πρόσταγμα τοῦτο· οὐ δυνησόμεθα οὖν σοι ἀντειπεῖν κακὸν ἢ καλόν.
Γεν. 24,50     Ο Λαβαν και ο Βαθουήλ απεκρίθησαν με ένα στόμα και είπαν· “ο Θεός έβγαλε αυτήν την διαταγήν και δεν ημπορούμεν να αρνηθώμεν και να είπωμεν τίποτε κακόν η καλόν. Δεχόμεθα την πρότασίν σου.

Γεν. 24,51     ἰδοὺ Ῥεβέκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε. καί ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησε Κύριος.
Γεν. 24,51     Ιδού η Ρεβέκκα είναι εις την διάθεσίν σου· πάρε την μαζή σου και ας γίνη αυτή σύζυγος στον υιόν του κυρίου σου όπως ο Θεός διέταξε”.

Γεν. 24,52     ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τοῦ Ἁβραὰμ τῶν ῥημάτων τούτων, προσεκύνησεν ἐπὶ τὴν γῆν τῷ Κυρίῳ.
Γεν. 24,52     Οταν ο Ελιέζερ ήκουσε τα λόγια αυτά επροσκύνησε μέχρις εδάφους τον Θεόν εις έκφρασιν της χαράς και της ευγνωμοσύνης του.

Γεν. 24,53     καὶ ἐξενέγκας ὁ παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν ἔδωκε τῇ Ῥεβέκκᾳ καὶ δῶρα ἔδωκε τῷ ἀδελφῷ αὐτῆς καὶ τῇ μητρὶ αὐτῆς.
Γεν. 24,53     Εβγαλε τότε ο Ελιέζερ από τας αποσκευάς του χρυσά και αργυρά κοσμήματα και φορέματα και τα έδωσε εις την Ρεβέκκαν. Εδωσεν επίσης δώρα στον αδελφόν της τον Λαβαν και εις την μητέρα της

Γεν. 24,54     καὶ ἔφαγον καὶ ἔπιον καὶ αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὄντες, καὶ ἐκοιμήθησαν. Καὶ ἀναστὰς τὸ πρωΐ εἶπεν· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
Γεν. 24,54     Κατόπιν δε αυτών έφαγον και έπιον ο Ελιέζερ και οι άνδρες, που ήσαν μαζή του, και μετά το δείπνον έπεσαν και εκοιμήθησαν. Το πρωϊ δε σηκώθηκε ο Ελιέζερ και είπε· “κατευοδώσατέ με τώρα και επιτρέψατέ μου να επανέλθω προς τον κύριόν μου”.

Γεν. 24,55     εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ ἡ μήτηρ· μεινάτω ἡ παρθένος μεθ᾿ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεται.
Γεν. 24,55     Οι αδελφοί της Ρεβέκκας και η μητέρα της είπαν· “ας μείνη ακόμη μαζή μας η κόρη μας, έστω και δέκα ημέρας, μετά τας οποίας ας αναχωρήση”.

Γεν. 24,56     ὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ κατέχετέ με, καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου ἐν ἐμοί· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
Γεν. 24,56     Ο δε Ελιέζερ είπε προς αυτούς· “μη με κρατήτε, διότι ο Κυριος έφερεν εις πέρας την αποστολήν μου. Κατευοδώσατέ με να επιστρέψω στον κύριόν μου”.

Γεν. 24,57     οἱ δὲ εἶπαν· καλέσωμεν τὴν παῖδα καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτῆς.
Γεν. 24,57     Εκείνοι απήντησαν· “Ας καλέσωμεν την κόρην να την ερωτήσωμεν και να ακούσωμεν από το στόμα της τι γνώμην έχει”.

Γεν. 24,58     καὶ ἐκάλεσαν τὴν Ῥεβέκκαν καὶ εἶπαν αὐτῇ· πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου; ἡ δὲ εἶπε· πορεύσομαι.
Γεν. 24,58     Εκάλεσαν, λοιπόν, την Ρεβέκκαν και της είπαν· “επιθυμείς να αναχωρήσης αμέσως με τον άνθρωπον αυτόν; Εκείνη είπεν· “ναι· θα αναχωρήσω”.

Γεν. 24,59     καὶ ἐξέπεμψαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῆς καὶ τὸν παῖδα τοῦ Ἁβραὰμ καὶ τοὺς μετ᾿ αὐτοῦ.
Γεν. 24,59     Κατευώδωσαν τότε την αδελφήν των με όλα αυτής τα υπάρχοντα και τον δούλον του Αβραάμ μαζή με τους συνοδούς του.

Γεν. 24,60     καὶ εὐλόγησαν Ῥεβέκκαν καὶ εἶπαν αὐτῇ· ἀδελφὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
Γεν. 24,60     Ηυχήθησαν δε την Ρεβέκκαν και της είπαν· “είσαι αδελφή μας. Γινε προμήτωρ εις χιλιάδας μυριάδας γενεών και οι απόγονοί σου ας είναι τόσον ισχυροί, ώστε να κυριεύσουν και να κληρονομήσουν τας πόλεις των εχθρών των”.

Γεν. 24,61     ἀναστᾶσα δὲ Ῥεβέκκα καὶ αἱ ἅβραι αὐτῆς, ἐπέβησαν ἐπὶ τὰς καμήλους καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου, καὶ ἀναλαβὼν ὁ παῖς τὴν Ῥεβέκκαν ἀπῆλθεν.
Γεν. 24,61     Ηγέρθη δε η Ρεβέκκα και αι θεραπαινίδες της, ανέβησαν εις τας καμήλους και επορεύθησαν με τον άνθρωπον εκείνον. Και ο Ελιέζερ, ο δούλος του Αβραάμ, λαβών την Ρεβέκκαν ανεχώρησε.

Γεν. 24, 62     Ἰσαὰκ δὲ διεπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως· αὐτὸς δὲ κατώκει ἐν τῇ γῇ τῇ πρὸς λίβα.
Γεν. 24, 62     Ο δε Ισαάκ κατά τον καιρόν αυτόν επορεύετο δια μέσου της ερήμου προς το φρέαρ, το οποίον ωνομάζετο “Φρέαρ της οράσεως”· κατοικούσε δε εις την νότιον περιοχήν της Χαναάν.

Γεν. 24,63     καὶ ἐξῆλθεν Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καμήλους ἐρχομένας.
Γεν. 24,63     Καποιο δειλινόν εξήλθεν ο Ισαάκ να περιπατήση προς ψυχαγωγίαν του εις την πεδιάδα. Υψωσε τα μάτια του και είδεν από μακράν καμήλους να έρχωνται.

Γεν. 24,64     καὶ ἀναβλέψασα Ῥεβέκκα τοῖς ὀφθαλμοῖς εἶδε τὸν Ἰσαὰκ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου.
Γεν. 24,64     Η Ρεβέκκα ύψωσε και αυτή τους οφθαλμούς της, είδε τον Ισαάκ και από αίσθημα αιδούς καταληφθείσα επήδησε κάτω από την κάμηλον.

Γεν. 24,65     καὶ εἶπε τῷ παιδί· τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπε δὲ ὁ παῖς· οὗτός ἐστιν ὁ κύριός μου. ἡ δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο.
Γεν. 24,65     Ηρώτησε δε τον Ελιέζερ· “ποιός είναι ο άνθρωπος εκείνος, που περιπατεί εις την πεδιάδα και έρχεται προς συνάντησίν μας;” Είπε δε ο Ελιέζερ· “αυτός είναι ο νέος κύριός μου, ο Ισαάκ”. Εκείνη έλαβε καλύπτραν και εσκεπάσθη.

Γεν. 24,66     καὶ διηγήσατο ὁ παῖς τῷ Ἰσαὰκ πάντα τὰ ῥήματα, ἃ ἐποίησεν.
Γεν. 24,66     Οταν συνήντησαν τον Ισαάκ, διηγήθη ο Ελιέζερ όλα όσα έκαμε εις την γην της Χαρράν.

Γεν. 24,67     εἰσῆλθε δὲ Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβε τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάῤῥας τῆς μητρὸς αὐτοῦ.
Γεν. 24,67     Ο Ισαάκ έλαβε την Ρεβέκκαν, την εισήγαγεν εις την σκηνήν της μητρός του, την ενυμφεύθη και την ηγάπησεν. Ετσι δε και επαρηγορήθη δια τον θάνατον της μητρός του.

Γεν. 25,1     Προσθέμενος δὲ Ἁβραὰμ ἔλαβε γυναῖκα, ἧ ὄνομα Χεττούρα.
Γεν. 25,1     Ο δε Αβραάμ έλαβε και δευτέραν γυναίκα, η οποία ωνομάζετο Χεττούρα.

Γεν. 25,2     ἔτεκε δὲ αὐτῷ τὸν Ζομβρᾶν καὶ τὸν Ἰεζὰν καὶ τὸν Μαδὰλ καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβὼκ καὶ τὸν Σωκέ.
Γεν. 25,2     Απέκτησε δε από αυτήν υιούς τον Σομβράν, τον Ιεζάν, τον Μαδάλ, τον Μαδιάμ, τον Ιεσβώκ και τον Σωκέ.

Γεν. 25,3     Ιεζὰν δὲ ἐγέννησε καὶ τὸν Θαιμὰν τὸν Σαβὰ καὶ τὸν Δεδάν· υἱοὶ δὲ Δεδὰν ἐγένοντο Ῥαγουὴλ καὶ Ναβδεὴλ καὶ Ἀσσουριεὶμ καὶ Λατουσιεὶμ καὶ Λαωμείμ.
Γεν. 25,3     Ο Ιεζάν απέκτησε υιόν τον Θαιμάν, τον Σαβά και τον Δεδάν. Οι υιοί δε του Δεδάν ήσαν ο Ραγουήλ, ο Ναβδεήλ, ο Ασσουριείμ, ο Λατουσιείμ και ο Λαωμείμ.

Γεν. 25,4     υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ καὶ Ἀφεὶρ καὶ Ἐνὼχ καὶ Ἀβειρὰ καὶ Ἐλδαγά. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας.
Γεν. 25,4     Οι υιοί δε του Μαδιάμ ήσαν ο Γεφάρ, ο Αφείρ, ο Ενώχ, ο Αβειρά και ο Ελδαγά. Ολοι δε αυτοί ήσαν απόγονοι της Χεττούρας.

Γεν. 25,5     Ἔδωκε δὲ Ἁβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ,
Γεν. 25,5     Ο δε Αβραάμ έδωσεν όλα τα υπάρχοντά του στον Ισαάκ, τον υιόν της επαγγελίας.

Γεν. 25,6     καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Ἁβραὰμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ, ἔτι ζῶντος αὐτοῦ, πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν.
Γεν. 25,6     Εις δε τους υιούς των γυναικών του της δευτέρας σειράς έδωσε διάφορα δώρα και, ζων ακόμη, απεμάκρυνεν αυτούς εις διάφορα μέρη, εις την ανατολικώς της Παλαιστίνης χώραν, την Αραβίαν, μακράν από τον υιόν του τον Ισαάκ.

Γεν. 25,7     ταῦτα δὲ τὰ ἔτη ἡμερῶν τῆς ζωῆς Ἁβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβδομηκονταπέντε ἔτη.
Γεν. 25,7     Εζησε δε εν συνόλω ο Αβραάμ εκατόν εβδομήκοντα πέντε έτη.

Γεν. 25,8     καὶ ἐκλείπων ἀπέθανεν Ἁβραὰμ ἐν γήρᾳ καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
Γεν. 25,8     Εγκατέλειψαν αυτόν αι δυνάμστου, απέθανεν εις ευτυχές γήρας, πρεσβύτης πλήρης ημερών, και προσετέθη στους εκ του κόσμου τούτου εκδημήσαντας προγόνους του.

Γεν. 25,9     καὶ ἔθαψαν αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν Ἐφρὼν τοῦ Σαὰρ τοῦ Χετταίου, ὅς ἐστιν ἀπέναντι Μαμβρῆ,
Γεν. 25,9     Εθαψαν αυτόν ο Ισαάκ και ο Ισμαήλ, οι υιοί του, στο διπλούν σπήλαιον, το οποίον ευρίσκετο στον αγρόν του Εφρών, υιού Σαάρ του Χετταίου, απέναντι από την Δρυν Μαμβρή·

Γεν. 25,10     τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ὃ ἐκτήσατο Ἁβραὰμ παρὰ τῶν υἱῶν τοῦ Χέτ, ἐκεῖ ἔθαψαν Ἁβραὰμ καὶ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ.
Γεν. 25,10     στον αγρόν αυτόν και το σπήλαιον, τα οποία είχεν αγοράσει ο Αβραάμ από τους ανθρώπους της φυλής Χέτ, εκεί τον έθαψαν, όπου είχε θάψει και την γυναίκα του, την Σαρραν.

Γεν. 25,11     ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Ἁβραάμ, εὐλόγησεν ὁ Θεὸς τὸν Ἰσαὰκ υἱὸν αὐτοῦ· καὶ κατῴκησεν Ἰσαὰκ παρὰ τὸ φρέαρ τῆς ὁράσεως.
Γεν. 25,11     Μετά δε τον θάνατον του Αβραάμ ευλόγησεν ο Θεός τον υιόν αυτού τον Ισαάκ, ο οποίος και εγκατεστάθη στο φρέαρ της οράσεως, δηλαδή εις την Βηρσαβεέ.

Γεν. 25,12     Αὗται δέ αἱ γενέσεις Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραάμ, ὃν ἔτεκεν Ἄγαρ ἡ Αἰγυπτία ἡ παιδίσκη Σάῤῥας τῷ Ἁβραάμ.
Γεν. 25,12     Οι δε απόγονοι του Ισμαήλ, του υιού του Αβραάμ και της Αιγυπτίας δούλης Αγαρ, ήσαν οι εξής·

Γεν. 25,13     καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσμαὴλ κατ᾿ ὀνόματα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος Ἰσμαὴλ Ναβαιώθ, καὶ Κηδὰρ καὶ Ναβδεὴλ καὶ Μασσὰμ
Γεν. 25,13     Αυτά ήσαν τα ονόματα των υιών του Ισμαήλ, κατά τα ονόματα των απογόνων του. Πρωτότοκος υιός του Ισμαήλ ήτο ο Ναβαιώθ, μετ' αυτόν δε ο Κηδάρ, ο Ναβδεήλ, ο Μασσάμ,

Γεν. 25,14     καὶ Μασμὰ καὶ Δουμὰ καὶ Μασσῆ
Γεν. 25,14     ο Μασμά, ο Δουμά, ο Μασσή,

Γεν. 25,15     καὶ Χοδδὰν καὶ Θαιμὰν καὶ Ἰετοὺρ καὶ Ναφὲς καὶ Κεδμά.
Γεν. 25,15     ο Χοδδάν, ο Θαιμάν, ο Ιετούρ, ο Ναφές και ο Κεδμά.

Γεν. 25,16     οὗτοί εἰσιν οἱ υἱοὶ Ἰσμαὴλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν.
Γεν. 25,16     Αυτοί ήσαν οι υιοί του Ισμαήλ και αυτά τα ονόματά των, οι οποίοι κατοικούσαν εις σκηνάς και εις χωρία, και οι οποίοι ανεδείχθησαν γενάρχαι και άρχοντες δώδεκα λαών, ενός λαού ο καθένας από αυτούς.

Γεν. 25,17     καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ἰσμαήλ· ἑκατὸν τριακονταεπτὰ ἔτη· καὶ ἐκλείπων ἀπέθανε καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ.
Γεν. 25,17     Τα έτη της ζωής του Ισμαήλ ανήλθον εις εκατόν τριάκοντα επτά. Εξέλιπον τότε αι δυνάμστου, εξεδήμησεν από τον κόσμον αυτόν και προσετέθη στους προαπελθόντας από το γένος του.

Γεν. 25,18     κατῴκησε δὲ ἀπὸ Εὐϊλὰτ ἕως Σούρ, ἥ ἐστι κατὰ πρόσωπον Αἰγύπτου, ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησε.
Γεν. 25,18     Οι απόγονοι του Ισμαήλ, οι Ισμαηλίται, εγκατεστάθησαν εις την περιοχήν από Ευϊλάτ, έως την έρημον Σούρ, η οποία ευρίσκεται ανατολικώς της Αιγύπτου και μέχρι της Ασσυρίας, εις χώραν δηλαδή ανατολικώς της Παλαιστίνης, επί της οποίας Παλαιστίνης είχον εγκατασταθή οι απόγονοι του Ισαάκ, αδελφού του Ισμαήλ, οι Ισραηλίται.

Γεν. 25,19     Καὶ αὗται αἱ γενέσεις Ἰσαὰκ τοῦ υἱοῦ Ἁβραάμ·
Γεν. 25,19     Ιδού δε η ιστορία και αι γενεαλογία του Ισαάκ, υιού του Αβραάμ.

Γεν. 25,20     Ἁβραὰμ ἐγέννησε τὸν Ἰσαάκ. ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβε τὴν Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας Συρίας, ἀδελφὴν Λάβαν τοῦ Σύρου, ἑαυτῷ εἰς γυναῖκα.
Γεν. 25,20     Ο Αβραάμ απέκτησεν υιόν τον Ισαάκ. Ητο δε ο Ισαάκ τεσσαράκοντα ετών, όταν έλαβεν ως σύζυγον την Ρεβέκκαν, θυγατέρα Βαθουήλ του Συρου, του καταγομένου, δηλαδή, από την Μεσοποταμίαν της Συρίας, την αδελφήν του Λαβαν του Συρου.

Γεν. 25,21     ἐδέετο δὲ Ἰσαὰκ Κυρίου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· ἐπήκουσε δὲ αὐτοῦ ὁ Θεός, καὶ συνέλαβεν ἐν γαστρὶ Ῥεβέκκα ἡ γυνὴ αὐτοῦ.
Γεν. 25,21     Ο Ισαάκ παρεκάλει θερμώς τον Κυριον δια την γυναίκα αυτού την Ρεβέκκαν, επειδή αυτή ήτο στείρα. Ο Θεός εισήκουσε την δέησίν του, ηυλόγησε την Ρεβέκκαν, την σύζυγον του Ισαάκ, η οποία συνέλαβε και έμεινε έγκυος.

Γεν. 25,22     ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπε δέ, εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; ἐπορεύθη δὲ πυθέσθαι παρὰ Κυρίου.
Γεν. 25,22     Δυο δε παιδιά εσκιρτούσαν και τρόπον τινά διεπληκτίζοντο εις την κοιλίαν της. Η δε Ρεβέκκα είπε τότε· “εάν επρόκειτο να μου συμβούν αυτά, να διαπληκτίζωνται δηλαδή τα παιδιά μου, πριν ακόμη γεννηθούν, διατί να μείνω έγκυος;” Μετέβη λοιπόν και ηρώτησε σχετικώς τον Κυριον.

Γεν. 25,23     καὶ εἶπε Κύριος αὐτῇ· δύο ἔθνη ἐν γαστρί σου εἰσί, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.
Γεν. 25,23     Είπε δε ο Κυριος εις αυτήν· “δύο λαοί υπάρχουν εις την κοιλίαν σου, δύο διαφορετικαί φυλαί θα ξεχωρίσουν από σέ. Ο ένας εκ των δύο λαών θα αναδειχθή ανώτερος του άλλου, και ο μεγαλύτερος θα είναι υποχείριος και δούλος στον μικρότερον”.

Γεν. 25,24     καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς.
Γεν. 25,24     Συνεπληρώθησαν αι ημέραι του τοκετού της Ρεβέκκας, εις την κοιλίαν της οποίας υπήρχον πράγματι δίδυμα.

Γεν. 25,25     ἐξῆλθε δὲ ὁ πρωτότοκος πυῤῥάκης, ὅλος ὡσεὶ δορὰ δασύς· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Ἡσαῦ.
Γεν. 25,25     Κατά τον τοκετόν εξήλθεν ο πρωτότοκος, ο οποίος είχε χρώμα ερυθρόν και ήτο δασύθριξ σαν τριχωτόν δέρμα ζώου. Δι' αυτό δε και ωνόμασαν αυτόν Ησαύ.

Γεν. 25,26     καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἡσαῦ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰακώβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ῥεβέκκα.
Γεν. 25,26     Εν συνεχεία εξήλθεν ο αδελφός του, του οποίου η χειρ είχε συλλάβει την πτέρναν του Ησαύ. Δια τούτο τον ωνόμασαν Ιακώβ. Ητο δε τότε ο Ισαάκ εξήκοντα ετών, όταν η Ρεβέκκα εγέννησε τα δίδυμα αυτά παιδιά.

Γεν. 25,27     Ηὐξήθησαν δὲ οἱ νεανίσκοι, καὶ ἦν Ἡσαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν, ἄγροικος, Ἰακὼβ δὲ ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν.
Γεν. 25,27     Εμεγάλωσαν οι νεαροί αυτοί αδελφοί. Ο Ησαύ ήτο επιτήδειος κυνηγός, άνθρωπος της υπαίθρου, ενώ ο Ιακώβ ήτο άνθρωπος απλούς και αφελής, ευχαριστούμενος να μένη στο σπίτι.

Γεν. 25,28     ἠγάπησε δὲ Ἰσαὰκ τὸν Ἡσαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ῥεβέκκα δὲ ἠγάπα τὸν Ἰακώβ.
Γεν. 25,28     Ο Ισαάκ ηγάπησε περισσότερον τον Ησαύ, διότι έτρωγε με ευχαρίστησιν τα θηράματα από το κυνήγιον αυτού, η δε Ρεβέκκα ηγάπησε τον Ιακώβ ως άνθρωπον του σπιτιού.

Γεν. 25,29     ἥψησε δὲ Ἰακὼβ ἕψημα· ἦλθε δὲ Ἡσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων,
Γεν. 25,29     Ο Ιακώβ εβραζε κάποτε ένα φαγητόν. Ο Ησαύ επέστρεψε την ημέραν εκείνην από την πεδιάδα κατεξηντλημένος,

Γεν. 25,30     καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακώβ· γεῦσόν με ἀπὸ τοῦ ἑψήματος τοῦ πυῤῥοῦ τούτου, ὅτι ἐκλείπω. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ.
Γεν. 25,30     Και είπεν στον Ιακώβ· “δος μου να γευθώ από αυτό το κόκκινο φαγητό, διότι πεθαίνω από την πείνα”. -Δι' αυτό ωνομάσθη ο Ησαύ και Εδώμ (κόκκινος).

Γεν. 25,31     εἶπε δὲ Ἰακὼβ τῷ Ἡσαῦ· ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί.
Γεν. 25,31     Ευρήκε τότε ευκαιρίαν ο Ιακώβ και είπεν στον Ησαύ· “παραχώρησέ μου σήμερον τα πρωτοτόκιά σου και εγώ θα σου δώσω να φάγης”.

Γεν. 25,32     καὶ εἶπεν Ἡσαῦ· ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια;
Γεν. 25,32     Και ο Ησαύ απήντησεν· “εγώ κοντεύω να πεθάνω από την πείναν και τι με ωφελούν αυτά τα πρωτοτόκια;”

Γεν. 25,33     καὶ εἶπεν αὐτῷ Ἰακώβ· ὄμοσόν μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ἡσαῦ τὰ πρωτοτόκια τῷ Ἰακώβ.
Γεν. 25,33     Είπεν εις αυτόν ο Ιακώβ· “κάμε μου σήμερον όρκον, ότι μου παραχωρείς τα πρωτοτόκιά σου”. Ο Ησαύ ωρκίσθη και έτσι επώλησεν στον Ιακώβ τα πρωτοτόκια αντί πινακίου φακής.

Γεν. 25,34     Ἰακὼβ δὲ ἔδωκε τῷ Ἡσαῦ ἄρτον καὶ ἕψημα φακοῦ, καὶ ἔφαγε καὶ ἔπιε καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια.
Γεν. 25,34     Τοτε ο Ιακώβ έδωσε ψωμί και μαγειρευμένες φακές στον Ησαύ, ο οποίος έφαγε, έπιε και ανεχώρησε, χωρίς να δώση καμμίαν σημασίαν ότι απεξενώθη από τα πρωτοτόκια. Ετσι δε ο Ησαύ περιεφρόνησε και εξηυτέλισε τα πρωτοτόκια.

Γεν. 26,1     Ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ καιρῷ τοῦ Ἁβραάμ· ἐπορεύθη δὲ Ἰσαὰκ πρὸς Ἀβιμέλεχ βασιλέα Φυλιστιεὶμ εἰς Γέραρα.
Γεν. 26,1     Επεσε κατά την εποχήν εκείνην πείνα, ωσάν εκείνην η οποία είχε γίνει προηγουμένως κατά τους χρόνους του Αβραάμ. Δια την εξεύρεσιν δε τροφίμων ανεχώρησεν ο Ισαάκ εις Γέραρα προς τον Αβιμέλεχ, βασιλέα των Φιλισταίων, δια να μεταβή από εκεί εις την Αίγυπτον.

Γεν. 26,2     ὤφθη δὲ αὐτῷ Κύριος καὶ εἶπε· μὴ καταβῇς εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἄν σοι εἴπω.
Γεν. 26,2     Παρουσιάσθη όμως εις αυτόν ο Κυριος και του είπε· “μη μεταβής εις Αίγυπτον, αλλά να κατοικήσης εις την χώραν, την οποίαν εγώ θα σου είπω.

Γεν. 26,3     καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τῷ Ἁβραὰμ τῷ πατρί σου.
Γεν. 26,3     Μείνε προσωρινώς εις την γην αυτήν των Φιλισταίων, και εγώ θα είμαι μαζή σου και θα σε ευλογήσω· διότι εις σε και στους απογόνους σου θα δώσω όλην αυτήν την γώραν και θα εκπληρώσω έτσι την ένορκον υπόσχεσιν, την οποίαν έδωκα στον Αβραάμ τον πατέρα σου.

Γεν. 26,4     καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς,
Γεν. 26,4     Θα πληθύνω δε τους απογόνους σου ωσάν τα αστέρια του ουρανού και θα δώσω όλην αυτήν την χώραν στους απογόνους σου. Δι' ενός δε εκ των Απογόνων σου θα ευλογηθούν όλοι οι λαοί της γης.

Γεν. 26,5     ἀνθ᾿ ὧν ὑπήκουσεν Ἁβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου.
Γεν. 26,5     Και ταύτα προς χάριν του πατρός σου του Αβραάμ, ο οποίος υπήκουσεν εις την εντολήν μου, εφύλαξε τα προστάγματά μου και τας εντολάς μου, τα δικαιώματά μου και τον νόμον μου”.

Γεν. 26,6     κατῴκησε δὲ Ἰσαὰκ ἐν Γεράροις.
Γεν. 26,6     Πράγματι δε ο Ισαάκ εγκατεστάθη εις τα Γέραρα.

Γεν. 26,7     Ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν· ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥεβέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν.
Γεν. 26,7     Καθ' ον χρόνον όμως έμενεν εκεί, οι άνδρες της πόλεως του εζήτησαν πληροφορίας δια την γυναίκα του την Ρεβέκκαν, ποίαν δηλαδή προς αυτήν συγγένειαν και σχέσιν έχει. Εκείνος απήντησεν ότι είναι αδελφή μου. Εφοβήθη να είπη ότι είναι σύζυγός μου, μήπως και τον φονεύσουν οι άνδρες της πόλεως εκείνης ένεκα της Ρεβέκκας, διότι αυτή ήτο ωραία κατά την εμφάνισιν.

Γεν. 26,8     ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· καὶ παρακύψας Ἀβιμέλεχ ὁ βασιλεὺς Γεράρων διὰ τῆς θυρίδος, εἶδε τὸν Ἰσαὰκ παίζοντα μετὰ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ.
Γεν. 26,8     Εμεινε δε εκεί ο Ισαάκ επί πολύ χρονικόν διάστημα. Καποιαν ημέραν ο βασιλεύς των Γεράρων Αβιμέλεχ έσκυψε από τα ανάκτορά του και είδε από την ανοικτήν θύραν της σκηνής τον Ισαάκ να χαριεντίζεται με την Ρεβέκκαν την σύζυγόν του.

Γεν. 26,9     ἐκάλεσε δὲ Ἀβιμέλεχ τὸν Ἰσαὰκ καὶ εἶπεν αὐτῷ· ἆρά γε γυνή σου ἐστί; τί ὅτι εἶπας, ἀδελφή μου ἐστίν; εἶπε δὲ αὐτῷ Ἰσαάκ· εἶπα γάρ, μήποτε ἀποθάνω δι᾿ αὐτήν.
Γεν. 26,9     Εκάλεσε τότε τον Ισαάκ και του είπε· “ώστε λοιπόν είναι γυναίκα σου η Ρεβέκκα; Διατί είπες ότι είναι αδελφή σου;” Ο Ισαάκ απήντησεν εις αυτόν· “Είπα ότι είναι, αδελφή μου, διότι εφοβήθηκα μήπως εξ αιτίας της φονευθώ”.

Γεν. 26,10     εἶπε δὲ αὐτῷ Ἀβιμέλεχ· τί τοῦτο ἐποίησας ἡμῖν; μικροῦ ἐκοιμήθη τις ἐκ τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἂν ἐφ᾿ ἡμᾶς ἄγνοιαν.
Γεν. 26,10     Ο δε Αβιμέλεχ του είπε· “τι είναι αυτό που μας έκαμες; Παρ' ολίγον και να εκοιμάτο μαζή της κάποιος από την φυλήν μου, και θα εγίνεσο συ αιτιά να πέση επάνω μας αμαρτία και ενοχή δια την άγνοιάν μας αυτήν”.

Γεν. 26,11     συνέταξε δὲ Ἀβιμέλεχ παντὶ τῷ λαῷ αὐτοῦ, λέγων· πᾶς ὁ ἁψάμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ, θανάτῳ ἔνοχος ἔσται.
Γεν. 26,11     Εβγαλε δε διαταγήν ο Αβιμέλεχ προς όλον τον λαόν του και είπεν· “Εκείνος ο οποίος θα τολμήση να εγγίση τον άνθρωπον αυτόν η την σύζυγόν του, θα είναι ένοχος θανάτου”.

Γεν. 26,12     ἔσπειρε δὲ Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν· εὐλόγησε δὲ αὐτὸν Κύριος.
Γεν. 26,12     Ο Ισαάκ εκαλλιέργησε και έσπειρε εις την χώραν εκείνην και εθέρισε κριθάρι εκατονταπλάσιον. Ο δε Θεός τον ευλόγησε πλουσίως.

Γεν. 26,13     καὶ ὑψώθη ὁ ἄνθρωπος. καὶ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα·
Γεν. 26,13     Δι' αυτό και έγινε πλούσιος. Οσον δε επερνούσεν ο καιρός, τόσον και πλουσιότερος εγίνετο, μέχρις ότου έγινε μέγας δια τα πολλά του πλούτη και την δόξαν του.

Γεν. 26,14     ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά. ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιείμ,
Γεν. 26,14     Απέκτησε δε κοπάδια πρόβατα και βόδια, όπως επίσης και πολλά χωράφια. Ενεκα τούτου οι Φιλισταίοι τον εζήλευσαν και τον εφθόνησαν.

Γεν. 26,15     καὶ πάντα τὰ φρέατα, ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ καὶ ἔπλησαν αὐτὰ γῆς.
Γεν. 26,15     Δια να τον βλάψουν δε επήγαν και εβοώλωσαν και εγέμισαν με χώμα τα φρέατα, τα οποία είχον ανοίξει οι δούλοι του πατρός του Αβραάμ, ενώ ακόμη εζούσε.

Γεν. 26,16     εἶπε δὲ Ἀβιμέλεχ πρὸς Ἰσαάκ· ἄπελθε ἀφ᾿ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα.
Γεν. 26,16     Και ο ίδιος ο Αβιμέλεχ, φθονήσας τον Ισαάκ, του είπε· “φύγε μακρυά μας, διότι έγινε πολύ δυνατώτερος από ημάς”.

Γεν. 26,17     καὶ ἀπῆλθεν ἐκεῖθεν Ἰσαὰκ καὶ κατέλυσεν ἐν τῇ φάραγγι Γεράρων καὶ κατῴκησεν ἐκεῖ.
Γεν. 26,17     Τοτε ο Ισαάκ έφυγεν από εκεί, κατέλυσε ει την κοιλάδα των Γεράρων, όπου και εγκατεστάθη μονίμως.

Γεν. 26,18     καὶ πάλιν Ἰσαὰκ ὤρυξε τὰ φρέατα τοῦ ὕδατος, ἃ ὤρυξαν οἱ παῖδες Ἁβραὰμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ μετὰ τὸ ἀποθανεῖν Ἁβραὰμ τὸν πατέρα αὐτοῦ, καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα, ἃ ὠνόμασεν ὁ πατὴρ αὐτοῦ.
Γεν. 26,18     Και πάλιν εκεί ήνοιξε τα φρέατα του ύδατος, τα οποία είχον ανοίξει, ζώντος του Αβραάμ, οι δούλοι του, και τα οποία μετά τον θάνατο του Αβραάμ είχον βουλώσει οι Φιλισταίοι. Τα φρέατα αυτά τα ωνόμασεν ο Ισαάκ με τα ίδια ονόματα, που τους είχε δώση ο πατέρας του ο Αβραάμ.

Γεν. 26,19     καὶ ὤρυξαν οἱ παῖδες Ἰσαὰκ ἐν τῇ φάραγγι Γεράρων καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος.
Γεν. 26,19     Οι δούλοι του Ισαάκ έσκαψαν άλλο φρέαρ εις τα φάραγγα των Γεράρων, οπού και ευρήκαν πηγαίον ύδωρ.

Γεν. 26,20     καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεράρων μετὰ τῶν ποιμένων Ἰσαάκ, φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ. καὶ ἐκάλεσαν τὸ ὄνομα τοῦ φρέατος Ἀδικία· ἠδίκησαν γὰρ αὐτόν.
Γεν. 26,20     Οι ποιμένες όμως των Γεράρων εφιλονείκησαν και συνεπλάκησαν με τους ποιμένας του Ισαάκ λέγοντες, ότι το πηγαίον αυτό ύδωρ του νέου φρέατος είναι ιδικόν των. Οι ποιμένες του Ισαάκ ωνόμασαν το φρέαρ εκείνο “Αδικία”, διότι οι Φιλισταίοι ηδίκησαν τον Ισαάκ.

Γεν. 26,21     ἀπάρας δὲ Ἰσαὰκ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἐχθρία.
Γεν. 26,21     Παραλαβών τα υπάρχοντά του ο Ισαάκ ανεχώρησεν από εκεί και ήνοιζε νέον φρέαρ. Αλλά και δι' αυτό εφιλονείκησαν οι Φιλισταίοι προς αυτόν. Δια τούτο και το ωνόμασεν “Εχθρότης”.

Γεν. 26,22     ἀπάρας δὲ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία, λέγων· διότι νῦν ἐπλάτυνε Κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς.
Γεν. 26,22     Αναχωρήσας και από εκεί, ήνοιξεν άλλο φρέαρ εις άλλην περιοχήν. Δεν εφιλονίκησαν δι' αυτό οι Φιλισταίοι. Και το ωνόμασε ο Ισαάκ “Ευρυχωρία” λέγων· “τώρα ο Κυριος μας εχάρισεν ευρυχωρίαν και μας επλούτισεν εις την χώραν αυτήν”.

Γεν. 26,23     Ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου.
Γεν. 26,23     Μετά ταύτα μετέβη από εκεί ο Ισαάκ εις την περιοχήν, η οποία ωνομάζετο “Φρέαρ του όρκου”.

Γεν. 26,24     καὶ ὤφθη αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι καὶ εὐλογήσω σε καὶ πληθυνῶ τὸ σπέρμα σου δι᾿ Ἁβραὰμ τὸν πατέρα σου.
Γεν. 26,24     Εφανερώθη εις αυτόν ο Κυριος κατά την νύκτα εκείνην και του είπεν· “Εγώ είμαι ο Θεός του Αβραάμ του πατρός σου. Μη φοβήσαι, διότι είμαι μαζή σου και θα ευλογήσω σε προσωπικώς, θα πληθύνω δε και τους απογόνους σου ένεκα του Αβραάμ του πατρός σου”.

Γεν. 26,25     καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες Ἰσαὰκ φρέαρ ἐν τῇ φάραγγι Γεράρων.
Γεν. 26,25     Ο Ισαάκ έκτισεν εκεί θυσιαστήριον στον Κυριον, επεκαλέσθη το όνομα του Κυρίου, και έστησεν εκεί την σκηνήν του. Οι δε δούλοι του ήνοιξαν φρέαρ (όπως και εις την φάραγγα των Γεράρων).

Γεν. 26,26     καὶ Ἀβιμέλεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεράρων καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ.
Γεν. 26,26     Ο Αβιμέλεχ μαζή με τον νυμφαγωγόν του τον Οχοζάθ και τον Φιλόχ, τον αρχιστράτηγον των δυνάμεών του, μετέβη προς τον Ισαάκ εις την Βηρσαβεέ.

Γεν. 26,27     καὶ εἶπεν αὐτοῖς Ἰσαάκ· ἵνα τί ἤλθετε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἐξαπεστείλατέ με ἀφ᾿ ὑμῶν.
Γεν. 26,27     Ο δε Ισαάκ τους ηρώτησε· “διατί ήλθατε προς εμέ; Σεις με εμισήσατε και με εδιώξατε από την χώραν σας”.

Γεν. 26,28     οἱ δὲ εἶπαν· ἰδόντες ἑωράκαμεν, ὅτι ἦν Κύριος μετὰ σοῦ, καὶ εἴπαμεν· γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην,
Γεν. 26,28     Εκείνοι απήντησαν· “είδαμεν πλέον καθαρά και επείσθημεν, ότι ο Κυριος είναι μαζή σου και είπομεν·

Γεν. 26,29     μὴ ποιῆσαι μεθ᾿ ἡμῶν κακόν, καθότι οὐκ ἐβδελυξάμεθά σε ἡμεῖς, καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καί ἐξαπεστείλαμέν σε μετ᾿ εἰρήνης· καὶ νῦν εὐλογημένος σὺ ὑπὸ Κυρίου.
Γεν. 26,29     ας γίνη συνθήκη μεταξύ ημών και σου, δια της οποίας θα συμφωνήσωμεν να μη κάμης κανένα κακόν εναντίον μας, διότι ημείς δεν σε εμισήσαμεν και να φερθής απέναντί μας καλώς, όπως και ημείς σου συμπεριεφέρθημεν και σε επροπέμψαμεν με ειρήνην. Ετσι δε θα είσαι συ ευλογημένος από τον Κυριον”.

Γεν. 26,30     καὶ ἐποίησεν αὐτοῖς δοχήν, καὶ ἔφαγον καὶ ἔπιον·
Γεν. 26,30     Ο ανεξίκακος Ισαάκ εδέχθη την πρότασιν και τους παρέθεσε τράπεζαν. Ολοι δε μαζή έφαγον και έπιον.

Γεν. 26,31     καὶ ἀναστάντες τὸ πρωΐ, ὤμοσεν ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς Ἰσαάκ, καὶ ἀπῴχοντο ἀπ᾿ αὐτοῦ μετὰ σωτηρίας.
Γεν. 26,31     Την πρωΐαν δε εγερθέντες ορκίσθησαν ο ένας προς τον άλλον, ότι θα είναι φίλοι μεταξύ των. Ο Ισαάκ τους κατευώδωσε και εκείνοι ανεχώρησαν από αυτόν ειρηνικοί.

Γεν. 26,32     ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος, οὗ ὤρυξαν, καὶ εἶπαν· οὐχ εὕρομεν ὕδωρ.
Γεν. 26,32     Κατά την ημέραν εκείνην οι δούλοι του Ισαάκ ήλθαν και του είπαν, ότι δεν ευρήκαν πλέον ύδωρ στο φρέαρ, το οποίον είχαν ανοίξει.

Γεν. 26,33     καὶ ἐκάλεσεν αὐτὸ Ὅρκος· διὰ τοῦτο ἐκάλεσεν ὄνομα τῇ πόλει ἐκείνῃ Φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας.
Γεν. 26,33     Ωνόμασεν αυτό το φρέαρ ο Ισαάκ “Ορκος”. Εξ αιτίας αυτού και ωνομάσθη η πόλις εκείνη μέχρι σήμερον “Φρέαρ του όρκου”.

Γεν. 26,34     Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβε γυναῖκα Ἰουδίθ, θυγατέρα Βεὼχ τοῦ Χετταίου καὶ τὴν Βασεμάθ, θυγατέρα Ἑλὼν Χετταίου.
Γεν. 26,34     Ο Ησαύ ήτο τεσσαράκοντα ετών, οπότε έλαβε σύζυγόν του την Ιουδίθ, θυγατέρα Βεώχ του Χετταίου και την Βασεμάθ, θυγατέρα Ελών του Χετταίου.

Γεν. 26,35     καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ.
Γεν. 26,35     Αύται όμως διαρκώς εφιλονεικούσαν και με την Ρεβέκκαν και με τον Ισαάκ.

Γεν. 27,1     Ἐγένετο δὲ μετὰ τὸ γηράσαι τὸν Ἰσαὰκ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καί εἶπεν αὐτῷ· υἱέ μου· καὶ εἶπεν· ἰδοὺ ἐγώ.
Γεν. 27,1     Οταν εγήρασεν ο Ισαάκ και αδυνάτησαν πλέον οι οφθαλμοί του, εκάλεσε τον μεγαλύτερόν του υιόν, τον Ησαύ, και του είπε· “παιδί μου”· και εκείνος του απήντησεν· “ιδού εγώ, πάτερ μου”.

Γεν. 27,2     καὶ εἶπεν· ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου·
Γεν. 27,2     “Εγώ έχω πλέον γηράσει και δεν γνωρίζω την ημέραν, κατά την οποίαν θα λάβη τέλος η ζωη μου.

Γεν. 27,3     νῦν οὖν λαβὲ τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν
Γεν. 27,3     Παρε λοιπόν τα κυνηγετικά σου σύνεργα, την φαρέτραν με τα βέλη και το τοξον, έβγα έξω εις την πεδιάδα και φέρε μου κάτι από το κυνήγιον.

Γεν. 27,4     καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με.
Γεν. 27,4     Μαγείρευσέ μου φαγητά, που μου αρέσουν, και φέρε μου να φάγω, δια να σε ευλογήσω με όλην μου την ψυχήν, πριν αποθάνω.

Γεν. 27,5     Ῥεβέκκα δὲ ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ. ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ·
Γεν. 27,5     Η Ρεβέκκα ήκουσε τους λόγους αυτούς, τους οποίους είπεν ο Ισαάκ προς τον υιόν του τον Ησαύ. Ο Ησαύ υπακούων στον πατέρα εξήλθεν εις την πεδιάδα, δια να κυνηγήση και φέρη εις αυτόν κυνήγιον.

Γεν. 27,6     Ῥεβέκκα δὲ εἶπε πρὸς Ἰακὼβ τὸν υἱὸν αὐτῆς, τὸν ἐλάσσω· ἰδέ, ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου λέγοντος·
Γεν. 27,6     Η Ρεβέκκα όμως είπε προς τον Ιακώβ, τον νεώτερον υιόν της· “Για πρόσεξε· ήκουσα τον πατέρα σου να ομιλή και να λέγη προς τον αδελφόν σου τον Ησαύ·

Γεν. 27,7     ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα, ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθανεῖν με.
Γεν. 27,7     Φέρε μου κυνήγι και μαγείρεψέ μου φαγητά, δια να φάγω και να σου δώσω τας ευλογίας μου ενώπιον του Κυρίου, πριν αποθάνω.

Γεν. 27,8     νῦν οὖν, υἱέ μου, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι.
Γεν. 27,8     Τωρα λοιπόν, παιδί μου, άκουσέ με και κάμε ο,τι εγώ θα σε συμβουλεύσω.

Γεν. 27,9     καὶ πορευθεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ,
Γεν. 27,9     Πηγαινε εις τα πρόβατα, πάρε και φέρε μου δύο ερίφια τρυφερά και καλοθρεμμένα και εγώ θα μαγειρεύσω από αυτά φαγητά, που αγαπά ο πατέρας σου.

Γεν. 27,10     καὶ εἰσοίσεις τῷ πατρί σου καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν.
Γεν. 27,10     Αυτά θα τα προσφέρης στον πατέρα σου, δια να φάγη και να δώση εις σε τας ευλογίας του, πριν αποθάνη”.

Γεν. 27,11     εἶπε δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ· ἔστιν Ἡσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος·
Γεν. 27,11     Είπε δε ο Ιακώβ προς την μητέρα του την Ρεβέκκαν· “ο Ησαύ ο αδελφός μου είναι δασύτριχος, ενώ εγώ είμαι λείος.

Γεν. 27,12     μή ποτε ψηλαφήσῃ με ὁ πατήρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν καὶ ἐπάξω ἐπ᾿ ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν.
Γεν. 27,12     Φοβούμαι, λοιπόν, μήπως με ψηλαφήση ο πατήρ μου, αναγνωρίση ότι είμαι ο Ιακώβ και με θεωρήση ως ασεβή και απατεώνα· οπότε υπάρχει φόβος να επισύρω εναντίον μου όχι την ευλογίαν του αλλά την κατάραν”.

Γεν. 27,13     εἶπε δὲ αὐτῷ ἡ μήτηρ· ἐπ᾿ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσόν μοι τῆς φωνῆς καὶ πορευθεὶς ἔνεγκέ μοι.
Γεν. 27,13     Απήντησε δε εις αυτόν η μητέρα του· “επάνω μου ας πέση η κατάρα σου αυτή, τέκνον μου· μόνον άκουσε αυτό, που σου είπα, και πήγαινε να μου φέρης τα ερίφια”.

Γεν. 27,14     πορευθεὶς δὲ ἔλαβε καὶ ἤνεγκε τῇ μητρί, καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ.
Γεν. 27,14     Επήγεν ο Ιακώβ και έφερε τα ερίφια εις την μητέρα του, η οποία και εμαγείρευσεν από αυτά φαγητά, καθώς τα επροτιμούσε ο πατέρας του.

Γεν. 27,15     καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλήν, ἣ ἦν παρ᾿ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν αὐτὴν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον
Γεν. 27,15     Ελαβεν η Ρεβέκκα την στολήν του μεγαλυτέρου υιού της του Ησαύ, την καλήν, που ευρίσκετο στον οίκον της, ενέδυσε με αυτήν τον νεώτερον υιόν της τον Ιακώβ,

Γεν. 27,16     καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ
Γεν. 27,16     περιέβαλε με τα δέρματα των εριφίων τους βραχίονάς του και το γυμνόν μέρος του τραχήλου του

Γεν. 27,17     καὶ ἔδωκε τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς.
Γεν. 27,17     και έδωσε τα φαγητά και τους άρτους, που είχε κατασκευάσει, εις τα χέρια του παιδιού της, του Ιακώβ.

Γεν. 27,18     καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ. εἶπε δέ· πάτερ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ· τίς εἶ σὺ τέκνον;
Γεν. 27,18     Ο δε Ιακώβ προσέφερεν αυτά στον πατέρα του και του είπε· “πάτερ”. Εκείνος δε του απήντησε· “εδώ είμαι, ποιός είσαι, παιδί μου;”

Γεν. 27,19     καὶ εἶπεν Ἰακὼβ τῷ πατρί· ἐγὼ Ἡσαῦ ὁ πρωτότοκός σου· πεποίηκα καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον καὶ φάγε ἀπὸ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
Γεν. 27,19     Και είπεν ο Ιακώβ προς τον πατέρα του· “εγώ είμαι, ο Ησαύ, ο υιός σου ο πρωτότοκος. Εκαμα, όπως μου είπες. Σηκω κάθισε και φάγε από το κυνήγι μου, δια να με ευλογήση η ψυχή σου”.

Γεν. 27,20     εἶπε δὲ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ· τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν· ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον μου.
Γεν. 27,20     Ο Ισαάκ είπεν στο παιδί του· “πως συνέβη αυτό, ώστε τόσον σύντομα να εύρης το κυνήγι, παιδί μου;” Εκείνος απήντησεν· “ο Κυριος μου το παρέδωσε ενώπιόν μου”.

Γεν. 27,21     εἶπε δὲ Ἰσαὰκ τῷ Ἰακώβ· ἔγγισόν μοι καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ ἢ οὔ.
Γεν. 27,21     Είπε δε ο Ισαάκ στον Ιακώβ· “έλα κοντά μου, παιδί μου, να σε ψηλαφήσω και να πεισθώ, εάν πράγματι συ είσαι ο υιός μου ο Ησαύ η όχι”.

Γεν. 27,22     ἤγγισε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν· ἡ μὲν φωνὴ φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες χεῖρες Ἡσαῦ.
Γεν. 27,22     Επλησίασεν ο Ιακώβ προς τον πατέρα του τον Ισαάκ, ο οποίος τον εψηλάφησε και του είπε· “η μεν φωνή είναι φωνή του Ιακώβ, οι δε χείρες είναι χείρες του Ησαύ”.

Γεν. 27,23     καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι· καὶ εὐλόγησεν αὐτὸν
Γεν. 27,23     Δεν ανεγνώρισε δε τον Ιακώβ, διότι αι χείρες αυτού, σκεπασμέναι με τα δέρματα, ήσαν δασείαι, όπως αι χείρες του αδελφού του Ησαύ. Ευλόγησεν αυτόν ο Ισαάκ

Γεν. 27,24     καὶ εἶπε· σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; ὁ δὲ εἶπεν· ἐγώ.
Γεν. 27,24     και είπε· “συ λοιπόν είσαι ο υιός μου ο Ησαύ;” Εκείνος απήντησε· “ναι, εγώ είμαι”.

Γεν. 27,25     καὶ εἶπε· προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. καὶ προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε.
Γεν. 27,25     Είπε τότε ο Ισαάκ· “παιδί μου, φέρε μου από το κυνήγι σου, δια να φάγω και να σε ευλογήσω με όλην μου την ψυχήν”. Ο Ιακώβ έφερεν στον πατέρα του και έφαγε· του έφερε επίσης οίνον και έπιε.

Γεν. 27,26     καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ· ἔγγισόν μοι καὶ φίλησόν με τέκνον.
Γεν. 27,26     Μετά το φαγητόν ο πατήρ του ο Ισαάκ είπεν εις αυτόν· “παιδί μου, έλα κοντά μου και φίλησέ με”.

Γεν. 27,27     καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν· ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος.
Γεν. 27,27     Ο Ιακώβ επλησίασε και εφίλησε τον πατέρα του. Ο Ισαάκ ωσφράνθη την οσμήν των ενδυμάτων, που είχε φορέσει ο Ιακώβ, ευλόγησεν αυτόν και είπεν· “ιδού, αυτή είναι η οσμή του υιού μου, ωσάν οσμή αγρού γεμάτου χόρτα και άνθη, που τον ευλόγησεν ο Κυριος.

Γεν. 27,28     καὶ δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου.
Γεν. 27,28     Εύχομαι, παιδί μου, να σου δώση ο Θεός βροχήν από τον ουρανόν και ευφορίαν της γης, ώστε να έχης πλουσίαν την συγκομιδήν του σίτου και του οίνου.

Γεν. 27,29     καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος.
Γεν. 27,29     Λαοί να σε υπηρετήσουν και άρχοντες να σε προσκυνήσουν· να γίνης κύριος του αδελφού σου, και θα σε προσκυνήσουν οι απόγονοι του πατρός σου. Εκείνος που θα σε καταρασθή να είναι κατηραμένος και εκείνος που θα σε ευλογή, να είναι ευλογημένος από τον Θεόν”.

Γεν. 27,30     Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ καὶ ἐγένετο, ὡς ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας.
Γεν. 27,30     Οταν έπαυσεν ο Ισαάκ να δίδη τας ευλογίας του στον υιόν του τον Ιακώβ και ο Ιακώβ ανεχώρησεν από την σκηνήν του πατρός του, ο Ησαύ, ο αδελφός του, επέστρεψεν από το κυνήγιόν του.

Γεν. 27,31     καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ. καὶ εἶπε τῷ πατρί· ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
Γεν. 27,31     Αμέσως δε παρεσκεύασε και αυτός φαγητά, τα προσέφερεν στον πατέρα του και του είπε· “ας σηκωθή ο πατέρας μου και ας φάγη φαγητά ετοιμασμένα από το Κυνήγιον του παιδιού του, δια να με ευλογήση με την ψυχήν του”.

Γεν. 27,32     καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ· τίς εἶ σύ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ.
Γεν. 27,32     Ο πατήρ του ο Ισαάκ είπε προς αυτόν· “ποιός είσαι συ;” Εκείνος του απήντησεν· “εγώ είμαι το παιδί σου, το πρωτότοκο παιδί σου, ο Ησαύ”.

Γεν. 27,33     ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε καὶ εὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται.
Γεν. 27,33     Ο Ισαάκ εξεπλάγη πολύ, πάρα πολύ και είπε· “ποιός λοιπόν ήτο εκείνος, ο οποίος εβγήκεν εις κυνήγιον, μου έφερε και έφαγον από όλα, πριν συ έλθης, και τον ευλόγησα; Λοιπόν, αυτός θα είναι ο ευλογημένος”.

Γεν. 27,34     ἐγένετο δέ, ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ῥήματα τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν· εὐλόγησον δή κἀμέ, πάτερ.
Γεν. 27,34     Οταν ήκουσεν αυτά τα λόγια του πατρός του ο Ησαύ εκραύγασε με πολλήν πικρίαν και είπεν· “ευλόγησε, λοιπόν, και εμέ, πάτερ μου”.

Γεν. 27,35     εἶπε δὲ αὐτῷ· ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου.
Γεν. 27,35     Του είπεν ο Ισαάκ· “ήλθεν ο αδελφός σου κα επήρε δολίως την ευλογίαν σου”.

Γεν. 27,36     καὶ εἶπε· δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνικε γάρ με ἰδοὺ δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφε καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου· καὶ εἶπεν Ἡσαῦ τῷ πατρὶ αὐτοῦ· οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ;
Γεν. 27,36     Είπεν ο Ησαύ με αγανάκτησιν “επιτυχώς και πολύ ταιριαστά του εδόθη το όνομο Ιακώβ, διότι ιδού δευτέραν φοράν με υπεσκέλισε και με ηπάτησε. Την πρώτην φοράν επήρε τα πρωτοτόκιά μου και τώρα επήρε και την ευλογίαν μου”. Είπε δε προς τον πατέρα του τον Ισαάκ· “πάτερ μου, δεν έμεινε λοιπόν και δι' εμέ καμμία ευλογία;”

Γεν. 27,37     ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπε τῷ Ἡσαῦ· εἰ κύριον αὐτὸν πεποίηκά σου καὶ πάντας τοὺς ἀδελφούς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω, τέκνον;
Γεν. 27,37     Απεκρίθη ο Ισαάκ και του είπε· “τον Ιακώβ, τον έκανα κύριόν σου και όλους τους αδελφούς του τους έκαμα υπηρετάς του. Τον ευχήθηκα να έχη πλούσια τα προϊόντα της γης, σίτον και οίνον. Τι λοιπόν να κάμω δια σε τώρα, παιδί μου;”

Γεν. 27,38     εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ· μὴ εὐλογία μία σοί ἐστι, πάτερ; εὐλόγησον δὴ κἀμέ, πάτερ. κατανυχθέντος δὲ Ἰσαὰκ ἀνεβόησε φωνῇ Ἡσαῦ καὶ ἔκλαυσεν.
Γεν. 27,38     Είπεν ο Ησαύ προς τον πατέρα του· “μήπως μία μόνον ευλογία υπάρχει εις σέ, πάτερ μου; Υπάρχουν ασφαλώς και άλλαι. Πατερ μου, ευλόγησε και εμένα”. Συνεκινήθη βαθύτατα ο Ισαάκ, διότι δεν ηδύνατο να κάμη τίποτε, ο δε Ησαύ εκραύγασε με μεγάλην φωνήν και έκλαυσε πικρά.

Γεν. 27,39     ἀποκριθεὶς δὲ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ· ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν.
Γεν. 27,39     Απαντών τότε ο Ισαάκ στους θρήνους του παιδιού του, του είπε· “ιδού· ένα μέρος από την εύφορον γην και από την δρόσον του ουρανού θα είναι η κατοικία σου.

Γεν. 27,40     καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς, καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.
Γεν. 27,40     Θα ζης με το σπαθί σου, αλλά θα είσαι δούλος στον αδελφόν σου. Θα έλθουν όμως περιστάσεις, κατά τας οποίας θα κατεβάσης από τον τράχηλόν σου και θα αποτινάξης τον ζυγόν”.

Γεν. 27,41     Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἶπε δὲ Ἡσαῦ ἐν τῇ διανοίᾳ αὐτοῦ· ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου.
Γεν. 27,41     Ο Ησαύ από την ημέραν εκείνην και εντεύθεν εμνησικάκει και αγανακτούσε εναντίον του Ιακώβ δια την ευλογίαν, την οποίαν μετά δόλου επήρεν από τον πατέρα του. Είπε δε από μέσα του· “ας αποθάνη πρώτα ο πατέρας μου, ας έλθουν και ας περάσουν αι ημέραι του πένθους δια τον θάνατον του πατρός μου, και τότε εγώ θα φονεύσω τον αδελφόν μου τον Ιακώβ”.

Γεν. 27,42     ἀπηγγέλη δὲ Ῥεβέκκᾳ τὰ ῥήματα Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου, καὶ πέμψασα ἐκάλεσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ εἶπεν αὐτῷ· ἰδοὺ Ἡσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε·
Γεν. 27,42     Τα λόγια όμως αυτά του Ησαύ, του πρεσβυτέρου υιού, επληροφορήθη η Ρεβέκκα. Εστειλε άνθρωπον, εκάλεσε κοντά της τον νεώτερον υιόν της Ιακώβ και του είπε· “ιδού, ο αδελφός σου ο Ησαύ απειλεί να σε φονεύση.

Γεν. 27,43     νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαῤῥάν.
Γεν. 27,43     Τωρα λοιπόν, παιδί μου, άκουσε προσεκτικά τα λόγια μου. Σηκω και φεύγα μυστικά και πήγαινε εις την Χαρράν της Μεσοποταμίας προς τον αδελφόν μου τον Λαβαν.

Γεν. 27,44     καὶ οἴκησον μετ᾿ αὐτοῦ ἡμέρας τινάς,
Γεν. 27,44     Και μείνε μαζή του επί ολίγον χρόνον,

Γεν. 27,45     ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ. καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μή ποτε ἀποτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ.
Γεν. 27,45     μέχρις ότου διαλυθή ο θαμύς και η οργή, που ο αδελφός σου έχει εναντίον σου, και λησμονήση αυτά, που του έκαμες. Εγώ θα στείλω προς σε άνθρωπον και θα σε καλέσω να επιστρέψης πάλιν από εκεί. Να φύγης τώρα, παιδί μου, δια να μη χάσω εις μίαν ημέραν και τα δυο μου παιδιά, τον ένα που θα πέση νεκρός και τον άλλον που θα γίνη φονηάς”.

Γεν. 27,46     Εἶπε δὲ Ῥεβέκκα πρὸς Ἰσαάκ· προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῆν;
Γεν. 27,46     Δια να πείση δε η Ρεβέκκα τον Ισαάκ και αφήση τον Ιακώβ να αναχωρήση εις Χαρράν του είπε· “Εβαρέθηκα την ζώην μου εξ αιτίας των Χετταίων γυναικών, τας οποίας έχει λάβει συζύγους ο Ησαύ. Δεν θέλω, λοιπόν, να λάβη σύζυγον ο Ιακώβ γυναίκα από τας θυγατέρας της χώρας αυτής, διότι εάν λάβη από αυτάς τι θέλω να ζω; Καλύτερα να πεθάνω”.

Γεν. 28,1     Προσκαλεσάμενος δὲ Ἰσαὰκ τὸν Ἰακὼβ εὐλόγησεν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων· οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων·
Γεν. 28,1     Εκάλεσεν ο Ισαάκ τον Ιακώβ, τον ευλόγησε και του έδωσε πατρικήν υποθήκην και εντολήν λέγων· “δεν θα πάρης σύζυγον από τας θυγατέρας των Χαναναίων·

Γεν. 28,2     ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν, εἰς τὸν οἶκον Βαθουὴλ τοῦ πατρὸς τῆς μητρός σου καὶ λάβε σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρός σου.
Γεν. 28,2     αλλά σήκω και φύγε εις την Μεσοποταμίαν, στον οίκον του Βαθουήλ, του πατρός της μητρός σου, και πάρε σύζυγόν σου από εκεί, από τας θυγατέρας του Λαβαν, του αδελφού της μητρός σου.

Γεν. 28,3     ὁ δὲ Θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληθύναι σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν·
Γεν. 28,3     Ο δε Θεός μου ας σε ευλογήση, ας σε αυξήση και ας σε πληθύνη, και έτσι θα αναδειχθής γενάρχης πολλών λαών.

Γεν. 28,4     καὶ δῴη σοι τὴν εὐλογίαν Ἁβραὰμ τοῦ πατρός μου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἣν ἔδωκεν ὁ Θεὸς τῷ Ἁβραάμ.
Γεν. 28,4     Είθε να δώση την ευλογίαν του πατρός μου του Αβραάμ εις σε προσωπικώς και στους κατόπιν από σε απογόνους σου, ώστε να κληρονομήσης την χώραν, όπου σήμερον μένεις, και την οποίαν ο Θεός έχει δώσει στον Αβραάμ”.

Γεν. 28,5     καὶ ἀπέστειλεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ ἐπορεύθη εἰς τὴν Μεσσοποταμίαν πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν Ῥεβέκκας τῆς μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.
Γεν. 28,5     Εστειλεν ο Ισαάκ τον Ιακώβ εις την Μεσοποταμίαν, όπου πράγματι αυτός επορεύθη προς τον Λαβαν, τον υιόν Βαθουήλ του Συρου, αδελφόν της Ρεβέκκας, της μητρός του Ιακώβ και του Ησαύ.

Γεν. 28,6     Εἶδε δὲ Ἡσαῦ ὅτι εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ἀπῴχετο εἰς τὴν Μεσοποταμίαν Συρίας λαβεῖν ἑαυτῷ γυναῖκα ἐκεῖθεν ἐν τῷ εὐλογεῖν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων· οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων,
Γεν. 28,6     Είδεν ο Ησαύ ότι ο Ισαάκ ευλόγησε τον Ιακώβ. Ο Ιακώβ λαβών την ευλογίαν του Ισαάκ ανεχώρησεν εις την Μεσοποταμίαν της Συρίας, δια να πάρη από εκεί σύζυγόν του. Κατά δε την ώραν της ευλογίας του έδωσεν ο πατήρ του την εντολήν· “δεν θα πάρης σύζυγον από τας θυγατέρας των Χαναναίων”.

Γεν. 28,7     καὶ ἤκουσεν Ἰακὼβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν Συρίας.
Γεν. 28,7     Ο Ιακώβ υπήκουσεν στον πατέρα και την μητέρα του, εδέχθη την εντολήν και επορεύθη εις την Μεσοποταμίαν της Συρίας.

Γεν. 28,8     ἰδὼν δὲ καὶ Ἡσαῦ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες Χαναὰν ἐναντίον Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ,
Γεν. 28,8     Ο δε Ησαύ επειδή είδεν ότι ο πατέρας του είχε κακήν ιδέαν δια τας θυγατέρας των Χαναναίων, δια να ευχαριστήση αυτόν,

Γεν. 28,9     ἐπορεύθη Ἡσαῦ πρὸς Ἰσμαὴλ καὶ ἔλαβε τὴν Μαελὲθ θυγατέρα Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραάμ, ἀδελφὴν Ναβεώθ, πρὸς ταῖς γυναιξὶν αὐτοῦ γυναῖκα.
Γεν. 28,9     επορεύθη προς την περιοχήν όπου κατοικούσεν ο Ισμαήλ, και εκτός των δύο γυναικών, που είχε, έλαβεν από εκεί και άλλην σύζυγον την Μαελέθ, θυγατέρα του Ισμαήλ, υιού του Αβραάμ, αδελφήν του Ναβεώθ.

Γεν. 28,10     Καὶ ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαῤῥάν.
Γεν. 28,10     Ο Ιακώβ εν τω μεταξύ ανεχώρησεν από το Φρέαρ του Ορκου, δια να μεταβή εις την Χαρράν της Μεσοποταμίας.

Γεν. 28,11     καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθῃ ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ.
Γεν. 28,11     Εφθασεν εις κάποιον τόπον, εις την Βαιθήλ, και εκοιμήθη εκεί, διότι είχε δύσει ο ήλιος. Επήρε από τους λίθους του τόπου, έβαλεν αυτούς ως προσκεφάλαιον κάτω από την κεφαλήν του και εκοιμήθη στον τόπον εκείνον.

Γεν. 28,12     καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς.
Γεν. 28,12     Εκεί είδεν ένα όνειρον. Είδε μίαν κλίμακα, της οποίας η βάσις ήτο στερεωμένη εις την γην, η δε κορυφή της έφθανεν στον ουρανόν· άγγελοι δε του Θεού ανέβαινον και κατέβαινον δι' αυτής.

Γεν. 28,13     ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου.
Γεν. 28,13     Ο Θεός είχε στηριχθή στο άνω μέρος της κλίμακος αυτής, και είπεν· “εγώ είμαι ο Θεός Αβραάμ, του πατρός σου, και ο Θεός του Ισαάκ. Μη φοβήσαι, διότι αυτήν την γην, επί της οποίας συ τώρα κοιμάσαι, θα δώσω εις σε και στους απογόνους σου.

Γεν. 28,14     καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βοῤῥᾶν, καὶ ἐπ᾿ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου.
Γεν. 28,14     Οι δε απόγονοί σου θα πληθυνθούν και θα αυξηθούν εις αριθμόν μέγαν ωσάν την άμμον της θαλάσσης, και θα επεκταθούν προς Δυσμάς, προς Νοτον, προς Βορράν και προς Ανατολάς. Ολοι δε οι λαοί της γης, θα ευλογηθούν δια μέσου ενός από τους απογόνους σου (δια του Χριστού).

Γεν. 28,15     καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι.
Γεν. 28,15     Και ιδού εγώ είμαι και θα είμαι μαζή σου, θα σε προφυλάσσω και θα σε καθοδηγώ στον κάθε δρόμον σου, οπουδήποτε και αν μεταβής, και θα σε επαναφέρω εις την γην αυτήν. Δεν θα σε εγκαταλείψω και θα πραγματοποιήσω όλα, όσα σου υπεσχέθην”.

Γεν. 28,16     καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν.
Γεν. 28,16     Εξύπνησεν ο Ιακώβ από τον ύπνον του και γεμάτος ιερόν δέος είπεν· “ο Κυριος υπάρχει στον τόπον αυτόν και εγώ δεν το εγνώριζα”.

Γεν. 28,17     καὶ ἐφοβήθη καὶ εἶπεν· ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστι τοῦτο ἀλλ᾿ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
Γεν. 28,17     Εφοβήθη και είπε· “πόσον φοβερός είναι ο τόπος αυτός ! Αυτός βεβαίως είναι οίκος Θεού και αυτή είναι η πύλη του ουρανού !”

Γεν. 28,18     καὶ ἀνέστη Ἰακὼβ τὸ πρωΐ καὶ ἔλαβε τὸν λίθον, ὃν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς.
Γεν. 28,18     Εξύπνησε δε την πρωΐαν, επήρε τον λίθον, τον οποίον είχε θέσει ως προσκεφάλαιον εις την κεφαλήν του, έστησεν αυτόν ως στήλην εις ανάμνησιν του μεγάλου τούτου γεγονότος, και εις ένδειξιν καθιερώσεως έχυσεν έλαιον εις την κορυφήν αυτής.

Γεν. 28,19     καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Οἶκος Θεοῦ· καὶ Οὐλαμλοὺζ ἦν ὄνομα τῇ πόλει τὸ πρότερον.
Γεν. 28,19     Ωνόμασε δε τον τόπον εκείνον “Οίκος Θεού”. Η πόλις, κοντά εις την οποίαν εκοιμήθη, ωνομάζετο την εποχήν εκείνην Ουλαμλούζ.

Γεν. 28,20     καὶ ηὔξατο Ἰακὼβ εὐχὴν λέγων· ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετ᾿ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι
Γεν. 28,20     Εκαμε δε εκεί ο Ιακώβ τάξιμον και είπεν· “εάν ο Κυριος και Θεός είναι μαζή μου και με διαφύλαξη στον δρόμον, τον οποίον εγώ βαδίζω, και μου δώση άρτον προς τροφήν και ιμάτιον εις ενδυμασίαν, μου δώση όσα μου χρειάζονται κατά τους χρόνους της ξενητιάς μου,

Γεν. 28,21     καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καὶ ἔσται Κύριός μοι εἰς Θεόν,
Γεν. 28,21     εάν με καθοδηγήση και επιστρέψω πάλιν σώος στο σπίτι του πατρός μου, αυτός θα είναι ο Κυριος μου και ο Θεός μου.

Γεν. 28,22     καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος Θεοῦ, καὶ πάντων, ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι.
Γεν. 28,22     Και ο λίθος αυτός, τον οποίον εγώ έστησα όρθιον εις ανάμνησιν του γεγονότος, θα γίνη ο θεμέλιος λίθος του ναού του Θεού. Από όλα δε τα αγαθά, όσα ήθελε μου δώσει ο Θεός, εγώ θα προσφέρω εις αυτόν το εν δέκατον”.

Γεν. 29,1     Καὶ ἐξάρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ῥεβέκκας μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.
Γεν. 29,1     Επειτα από τα γεγονότα αυτά εξεκίνησεν ο Ιακώβ πεζή, εβάδισεν εις τας ανατολικάς χώρας προς τον Λαβαν, τον υιόν Βαθουήλ του Συρου, αδελφόν της Ρεβέκκας της μητρός του Ιακώβ και του Ησαύ.

Γεν. 29,2     καὶ ὁρᾷ καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ, ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ᾿ αὐτοῦ· ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια, λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος,
Γεν. 29,2     Οταν δε επλησίασε προς την πόλιν Χαρράν, παρατηρεί και ιδού βλέπει ότι εις την πεδιάδα υπήρχε φρέαρ. Πλησίον δε αυτού ήσαν τρία ποίμνια προβάτων, τα οποία ανεπαύοντο, διότι από το φρέαρ εκείνο επότιζον οι ποιμένες τα κοπάδια των. Ενας δε μεγάλος λίθος έκλειε το στόμιον του φρέατος.

Γεν. 29,3     καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζον τὰ πρόβατα καὶ ἀποκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ.
Γεν. 29,3     Εμαζεύοντο εκεί όλα τα κοπάδια, οι δε ποιμένες απεκύλιον τον λίθον από το στόμιον του φρέατος, επότιζον τα πρόβατα και έπειτα επανέφεραν τον λίθον εις την θέσιν του, στο στόμιον του φρέατος.

Γεν. 29,4     εἶπε δὲ αὐτοῖς Ἰακώβ· ἀδελφοί, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν· ἐκ Χαῤῥὰν ἐσμέν.
Γεν. 29,4     Ηρώτησεν ο Ιακώβ τους ποιμένας και είπεν· “αδελφοί, από που είσθε;” Εκείνοι δε απήντησαν· “είμεθα από την Χαρράν”.

Γεν. 29,5     εἶπε δὲ αὐτοῖς· γινώσκετε Λάβαν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν· γινώσκομεν.
Γεν. 29,5     Τους ηρώτησε πάλιν· “γνωρίζετε τον Λαβαν, τον απόγονον του Ναχώρ;” Εκείνοι είπαν· “βεβαίως τον γνωρίζομεν”.

Γεν. 29,6     εἶπε δὲ αὐτοῖς· ὑγιαίνει; οἱ δὲ εἶπαν· ὑγιαίνει. καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων.
Γεν. 29,6     Είπεν εις αυτούς· “είναι καλά εις την υγείαν του;”. Εκείνοι είπαν· “Είναι καλά”. Κατά την ώραν εκείνην ιδού η Ραχήλ, η θυγάτηρ του Λαβαν, ήρχετο με τα πρόβατά της στο φρέαρ.

Γεν. 29,7     καὶ εἶπεν Ἰακώβ· ἔτι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε.
Γεν. 29,7     Ο Ιακώβ, θέλων προφανώς να ομιλήση ιδιαιτέρως με την κόρην του Λαβαν, είπεν στους ποιμένας· “υπολείπονται ώραι πολλαί της ημέρας και δεν είναι ακόμη καιρός να συγκεντρωθούν τα ζώα εις τας μάνδρας των. Ποτίσατέ τα λοιπόν, και πηγαίνετε να τα βοσκήσετε”.

Γεν. 29,8     οἱ δὲ εἶπαν· οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσουσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα.
Γεν. 29,8     Εκείνοι όμως του απήντησαν· “δεν ημπορούμεν να τα ποτίσωμεν, πριν η, μαζευθούν εδώ όλοι οι ποιμένες και μαζή αποκυλίσουν τον λίθον από το στόμιον του φρέατος, οπότε και θα ποτίσωμεν τα πρόβατα”.

Γεν. 29,9     ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ Λάβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκε τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.
Γεν. 29,9     Καθ' ον χρόνον αυτός συνωμίλει με τους ποιμένας, ιδού η Ραχήλ, η θυγάτηρ του Λαβαν, ήρχετο με τα πρόβατα του πατρός της στο φρέαρ, δια να τα ποτίση, διότι αυτή τα έβοσκεν.

Γεν. 29,10     ἐγένετο δέ, ὡς εἶδεν Ἰακὼβ τὴν Ῥαχὴλ τὴν θυγατέρα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν Ἰακὼβ ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζε τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.
Γεν. 29,10     Οτε δε ο Ιακώβ είδε την Ραχήλ, την θυγατέρα του Λαβαν, του αδελφού της μητρός του, και τα πρόβατα του Λαβαν, επλησίασεν στο φρέαρ, απεκύλισε μόνος του από το στόμιον τον λίθον και επότιζε τα πρόβατα του αδελφού της μητρός του.

Γεν. 29,11     καὶ ἐφίλησεν Ἰακὼβ τὴν Ῥαχήλ· καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσε.
Γεν. 29,11     Επλησίασε την Ραχήλ, την ησπάσθη και βαθύτατα συγκεκινημένος έκραζε και έκλαυσε.

Γεν. 29,12     καὶ ἀπήγγειλε τῇ Ῥαχήλ, ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστι καὶ ὅτι υἱὸς Ῥεβέκκας ἐστί, καὶ δραμοῦσα ἀπήγγειλε τῷ πατρὶ αὐτῆς κατὰ τά ῥήματα ταῦτα.
Γεν. 29,12     Επληροφόρησε την Ραχήλ ότι είναι ανεψιός του πατρός της, υιός της Ρεβέκκας της αδελφής του. Εκείνη δε έτρεξε και ανήγγειλεν στον πατέρα της τα λόγια αυτά.

Γεν. 29,13     ἐγένετο δέ, ὡς ἤκουσε Λάβαν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησε καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ. καὶ διηγήσατο τῷ Λάβαν πάντας τοὺς λόγους τούτους.
Γεν. 29,13     Αμέσως δε μόλις ο Λαβαν ήκουσε το όνομα του Ιακώβ, του παιδιού της αδελφής του, έτρεξεν εις συνάντησίν του, τον ενηγκαλίσθη, τον εφίληοε και τον ωδήγησεν στον οίκον του. Εκεί δε διηγήθη ο Ιακώβ στον Λαβαν όλα, όσα του είχον συμβή.

Γεν. 29,14     καὶ εἶπεν αὐτῷ Λάβαν· ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ. καὶ ἦν μετ᾿ αὐτοῦ μῆνα ἡμερῶν.
Γεν. 29,14     Ο Λαβαν είπε τότε στον Ιακώβ· “είσαι συ από τα δικά μας κόκκαλα και από την ιδικήν μας σάρκα. Είμεθα συγγενείς εξ αίματος”. Ο Ιακώβ έμεινε μαζή του ένα μήνα.

Γεν. 29,15     Εἶπε δὲ Λάβαν τῷ Ἰακώβ· ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστί;
Γεν. 29,15     Μετά την πάροδον του μηνός ο Λαβαν είπεν στον Ιακώβ· “επειδή είσαι συγγενής μου, αυτό δεν σημαίνει ότι πρέπει να εργάζεσαι εις εμέ δωρεάν, ωσάν δούλος. Πές μου ποίος πρέπει να είναι ο μισθός σου”.

Γεν. 29,16     τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ῥαχήλ.
Γεν. 29,16     Ο Λαβαν είχε δύο θυγατέρας· η μεγαλυτέρα ωνομάζετο Λεία και η μικροτέρα ωνομάζετο Ραχήλ.

Γεν. 29,17     οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα.
Γεν. 29,17     Οι οφθαλμοί της Λείας ήσαν αδύνατοι, η δε Ραχήλ ήτο ωραία εις όλην της την εμφάνισιν και εξαιρετικώς ωραία στο, πρόσωπον.

Γεν. 29,18     ἠγάπησε δὲ Ἰακὼβ τὴν Ῥαχὴλ καὶ εἶπε· δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας.
Γεν. 29,18     Ο Ιακώβ ηγάπησε την Ραχήλ και είπε· “θα εργασθώ εις σε επτά έτη δια την Ραχήλ την νεωτέραν θυγατέρα σου, την οποίαν μετά τα επτά αυτά έτη θα λάβω ως σύζυγον”.

Γεν. 29,19     εἶπε δὲ αὐτῷ Λάβαν· βέλτιον δοῦναί με αὐτήν σοι, ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετ᾿ ἐμοῦ.
Γεν. 29,19     Ο Λαβαν του απήντησεν· “είναι βεβαίως πολύ προτιμότερον για μένα να δώσω αυτήν σύζυγον εις σέ, παρά εις οιονδήποτε άνδρα. Μείνε μαζή μας και εργάσου, όπως είπες”.

Γεν. 29,20     καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἑπτὰ ἔτη, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν.
Γεν. 29,20     Ο Ιακώβ ειργάσθη πράγματι επί επτά κατά συνέχειαν έτη, δια να λάβη ως σύζυγον την Ραχήλ. Μαλιστα δε του εφάνησαν και ολίγα τα έτη αυτά. Διότι αγαπούσε την Ραχήλ.

Γεν. 29,21     εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν· δός μοι τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν.
Γεν. 29,21     Μετά δε την παρέλευσιν των ετών αυτών είπεν ο Ιακώβ στον Λαβαν· “τα επτά έτη της εργασίας μου συνεπληρώθησαν· δος μου λοιπόν την Ραχήλ, δια να την νυμφευθώ και να την έχω ως σύζυγον”.

Γεν. 29,22     συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησε γάμον.
Γεν. 29,22     Ο Λαδάν συνεκέντρωσεν όλους τους άνδρας του τόπου και έκαμε τον γάμον.

Γεν. 29,23     καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγε πρὸς Ἰακὼβ καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ.
Γεν. 29,23     Οταν ενύκτωσεν, επήρε ο Λαβαν την Λείαν, την θυγατέρα αυτού, και την ωδήγησεν προς τον Ιακώβ στον νυμφικόν θάλαμον.

Γεν. 29,24     ἔδωκε δὲ Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ Ζελφὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.
Γεν. 29,24     Εδωσε δε εις την θυγατέρα του την Λείαν ως δούλην της την Ζελφάν, ιδικήν του έως τότε δούλην.

Γεν. 29,25     ἐγένετο δὲ πρωΐ, καὶ ἰδοὺ ἦν Λεία. εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν· τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα παρὰ σοί; καὶ ἱνατί παρελογίσω με;
Γεν. 29,25     Οταν εξημέρωσε, είδεν έξαφνα ο Ιακώβ ότι σύζυγός του έγινεν η Λεία. Διεμαρτυρήθη δε προς τον Λαβαν και του είπε· “τι είναι αυτό, που μου έκαμες; Επί επτά έτη συνεχώς δεν ειργάσθην κατά την συμφωνίαν μας κοντά σου δια την Ραχήλ; Διατί με εξηπάτησες;”

Γεν. 29,26     ἀπεκρίθη δὲ Λάβαν· οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν·
Γεν. 29,26     Ο Λαβαν του απήντησε· “δεν υπάρχει στον τόπον μας συνήθεια να δίδωμεν εις γάμον την νεωτέραν κόρην, πριν υπανδρεύσωμεν την μεγαλυτέραν.

Γεν. 29,27     συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ᾿ ἐμοί, ἔτι ἑπτὰ ἔτη ἕτερα.
Γεν. 29,27     Ας περάση λοιπόν η εβδομάς του γάμου σου με την Λείαν και, θα δώσω εις σε και την Ραχήλ έναντι της εργασίας, την οποίον θα μου προσφέρης επί επτά ακόμη έτη”.

Γεν. 29,28     ἐποίησε δὲ Ἰακὼβ οὕτως καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης, καὶ ἔδωκεν αὐτῷ Λάβαν Ῥαχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.
Γεν. 29,28     Εδέχθη ο Ιακώβ την νέαν αυτήν συμφωνίαν, και έκαμεν, όπως του είπεν ο Λαβαν. Μετά την λήξιν της εβδομάδος του γάμου του με την Λείαν, έδωκεν ο Λαβαν εις αυτόν και την θυγατέρα του Ραχήλ ως σύζυγον.

Γεν. 29,29     ἔδωκε δὲ Λάβαν τῇ θυγατρὶ αὐτοῦ Βαλλὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.
Γεν. 29,29     Εδωκε δε την δούλην του Βαλλάν ως δούλην εις την θυγατέρα του Ραχήλ.

Γεν. 29,30     καὶ εἰσῆλθε πρὸς Ῥαχήλ· ἠγάπησε δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.
Γεν. 29,30     Ο Ιακώβ ήλθεν εις γάμου κοινωνίαν με την Ραχήλ. Ηγάπησε δε περισσότερον την Ραχήλ από την Λείαν. Εν συνεχεία δε ειργάσθη άλλα επτά έτη στον πενθερόν του τον Λαβαν.

Γεν. 29,31     Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα·
Γεν. 29,31     Ο Κυριος και Θεός ιδών ότι η Λεία περιεφρονείτο από τον Ιακώβ ως άσχημη, της έδωσε το χάρισμα της τεκνογονίας, ενώ η Ραχήλ έμενε στείρα.

Γεν. 29,32     καὶ συνέλαβε Λεία καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν λέγουσα· διότι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, καὶ ἔδωκέ μοι υἱόν· νῦν οὖν ἀγαπήσει με ὁ ἀνήρ μου.
Γεν. 29,32     Η Λεία κατέστη έγκυος και εγέννησεν στον Ιακώβ υιόν. Ωνόμασε δε αυτόν Ρουβήν λέγουσα· “ο Κυριος μου έδωκεν υιόν, διότι είδε την περιφρόνησίν μου από τον άνδρα μου. Τωρα λοιπόν θα με αγαπήση ο σύζυγός μου”.

Γεν. 29,33     καὶ συνέλαβε πάλιν καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακὼβ καὶ εἶπεν· ὅτι ἤκουσε Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Συμεών·
Γεν. 29,33     Εμεινε πάλιν έγκυος, εγέννησε δεύτερον υιόν και είπεν· “ήκουσεν ο Κυριος ότι περιφρονούμαι ακόμη από τον σύζυγόν μου και μου έδωσε και αυτόν τον υιόν”. Δια τούτο ωνόμασε τον δεύτερον υιόν της Συμεών.

Γεν. 29,34     καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἶπεν· ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Λευεί.
Γεν. 29,34     Εμεινε και πάλιν έγκυος, εγέννησε υιόν και είπε· “τώρα πλέον θα είναι μαζή μου ο άνδρας μου, διότι του εγέννησα τρεις υιούς”. Δια τούτο ωνόμασεν αυτόν Λευεί.

Γεν. 29,35     καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ εἶπε· νῦν ἔτι τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰούδαν. καὶ ἔστη τοῦ τίκτειν.
Γεν. 29,35     Κατέστη και πάλιν έγκυος, εγέννησε και άλλον υιόν και είπε· “και πάλιν τώρα θα δοξολογήσω δια τούτο το γεγονός τον Κυριον”. Δια τούτο ωνόμασε το παιδί της αυτό Ιούδαν και έπαυσε να γεννά.







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |